Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
αἰχμαλωσίαν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἤγαγον πρὸς μωυσῆν καὶ πρὸς ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς αραβωθ μωαβ ἐστιν ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω

ἐξεγείρου ἐξεγείρου δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς αβινεεμ

καὶ παρέδωκεν αὐτὸν κύριος θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην

καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τῷ δαρείῳ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου

τίς δώσει ἐκ σιων τὸ σωτήριον τοῦ ισραηλ ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσθω ιακωβ καὶ εὐφρανθήτω ισραηλ

ὅτι οὕτως ἄξει βασιλεὺς ἀσσυρίων τὴν αἰχμαλωσίαν αἰγύπτου καὶ αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην αἰγύπτου

καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ποῦ ἐξελευσόμεθα καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν

προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα

καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδῶσιν

ἕως ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν καὶ δι' αὐτὸν τὰ ὄρη τὰ ἀπ' αἰῶνος ἐρράχθη καὶ ἐξήρθη τόπος αὐτῶν καὶ θυσία καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώθη καὶ ἐγενήθη καὶ τὸ ἅγιον ἐρημωθήσεται

ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου

διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν ιουδα καὶ ιερουσαλημ

τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν ιδουμαίαν

καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου ιουδα ἐπ' αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις ἀσκαλῶνος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν