Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
αἰγύπτου
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



κατῴκησεν δὲ ἀπὸ ευιλατ ἕως σουρ ἐστιν κατὰ πρόσωπον αἰγύπτου ἕως ἐλθεῖν πρὸς ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν

ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς βασιλεὺς αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα

ὅτι ἐγώ εἰμι κύριος ἀναγαγὼν ὑμᾶς ἐκ γῆς αἰγύπτου εἶναι ὑμῶν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριος

καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου λέγων

καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς

ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν ὅτε ἐξεπορεύεσθε ἐκ γῆς αἰγύπτου καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου τῷ σηων καὶ ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς

καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ γαλγαλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ βαιθηλ καὶ ἐπὶ τὸν οἶκον ισραηλ καὶ εἶπεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμᾶς ἐξ αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν καὶ εἶπα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμῶν εἰς τὸν αἰῶνα

κατὰ πάντα τὰ ποιήματα ἐποίησάν μοι ἀφ' ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί

ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ' ἧς ἡμέρας ἀνήγαγον ἐξ αἰγύπτου τοὺς υἱοὺς ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ

καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ισραηλ ἐξ αἰγύπτου τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως σαλωμων ἐπὶ ισραηλ

καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ νῦν ἐμισθώσατο ἐφ' ἡμᾶς βασιλεὺς ισραηλ τοὺς βασιλέας τῶν χετταίων καὶ τοὺς βασιλέας αἰγύπτου τοῦ ἐλθεῖν ἐφ' ἡμᾶς

καὶ ἐξεκκλησίασεν δαυιδ τὸν πάντα ισραηλ ἀπὸ ὁρίων αἰγύπτου καὶ ἕως εἰσόδου ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως ιαριμ

καὶ ἔξοδος τῶν ἵππων τῶν σαλωμων ἐξ αἰγύπτου καὶ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον

ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους

ἥξουσιν πρέσβεις ἐξ αἰγύπτου αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις κυριεύει μέρους ποταμοῦ αἰγύπτου καὶ τῇ μελίσσῃ ἐστιν ἐν χώρᾳ ἀσσυρίων

καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ἀναγαγὼν ἡμᾶς ἐκ γῆς αἰγύπτου καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου

καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με

καὶ νῦν δέσποτα κύριε θεὸς ἡμῶν ἐξαγαγὼν τὸν λαόν σου ἐξ αἰγύπτου τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν ἡμέραν ταύτην ἡμάρτομεν ἠγνοήκαμεν

διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς μέμφις καὶ θάψει αὐτοὺς μαχμας τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν

καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν αμορραίων

διότι ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν μωυσῆν καὶ ααρων καὶ μαριαμ

καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς αἰγύπτου καὶ ἐξ ἀσσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν γαλααδῖτιν καὶ εἰς τὸν λίβανον εἰσάξω αὐτούς καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς