Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



καὶ χολασεωλα καὶ βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν

καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ ισραηλ καὶ ἐξεκκλησιάσθη συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ δαν καὶ ἕως βηρσαβεε καὶ γῆ τοῦ γαλααδ πρὸς κύριον εἰς μασσηφα

καὶ ἔγνωσαν πᾶς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ὅτι πιστὸς σαμουηλ εἰς προφήτην τῷ κυρίῳ

καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ ισραηλ ἀπὸ δαν ἕως βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπῆλθεν πᾶς λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ

καὶ εἶπεν ναθαν πρὸς βηρσαβεε μητέρα σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν αδωνιας υἱὸς αγγιθ καὶ κύριος ἡμῶν δαυιδ οὐκ ἔγνω

καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ γαβαα καὶ ἕως βηρσαβεε καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης ιησου ἄρχοντος τῆς πόλεως τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως

καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ιερουσαλημ σαμαα σωβαβ ναθαν καὶ σαλωμων τέσσαρες τῇ βηρσαβεε θυγατρὶ αμιηλ

καὶ κατῴκησεν ιωσαφατ ἐν ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ βηρσαβεε ἕως ὄρους εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν

εἰς τὸ τέλος ψαλμὸς τῷ δαυιδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν ναθαν τὸν προφήτην ἡνίκα εἰσῆλθεν πρὸς βηρσαβεε ἐλέησόν με θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ σαμαρείας καὶ οἱ λέγοντες ζῇ θεός σου δαν καὶ ζῇ θεός σου βηρσαβεε καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι