Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
προφήτην
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος θεός σου αὐτοῦ ἀκούσεσθε

καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος θεὸς ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν

καὶ ἔγνωσαν πᾶς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ὅτι πιστὸς σαμουηλ εἰς προφήτην τῷ κυρίῳ

καὶ εἶπεν βασιλεὺς πρὸς ναθαν τὸν προφήτην ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς

καὶ τὸν ναθαν τὸν προφήτην καὶ βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν

καὶ ἀπέστειλεν ελιακιμ τὸν οἰκονόμον καὶ σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς ησαιαν τὸν προφήτην υἱὸν αμως

καὶ ἐγένετο ὡς κατῴκησεν δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν δαυιδ πρὸς ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων

εἰς τὸ τέλος ψαλμὸς τῷ δαυιδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν ναθαν τὸν προφήτην ἡνίκα εἰσῆλθεν πρὸς βηρσαβεε ἐλέησόν με θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον

πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε προφήτην εἰς ἔθνη τέθεικά σε

διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου ισραηλ ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται διάνοια αὐτοῦ

τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ δανιηλ διενοήθην ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν ὅτε ἐγένετο πρόσταγμα τῇ γῇ ἐπὶ ιερεμιαν τὸν προφήτην ἐγεῖραι εἰς ἀναπλήρωσιν ὀνειδισμοῦ ιερουσαλημ ἑβδομήκοντα ἔτη

τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου πρὸς αγγαιον τὸν προφήτην λέγων

ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου πρὸς ζαχαριαν τὸν τοῦ βαραχιου υἱὸν αδδω τὸν προφήτην λέγων