Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
θαρσις
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι ῥόδιοι

καὶ βασιλεὺς οὐκ ἦν ἐν συρίᾳ νασιβ καὶ βασιλεὺς ιωσαφατ ἐποίησεν ναῦν εἰς θαρσις πορεύεσθαι εἰς σωφιρ ἐπὶ τὸ χρυσίον καὶ οὐκ ἐπορεύθη ὅτι συνετρίβη ναῦς ἐν γασιωνγαβερ

καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι καὶ ῥόδιοι

ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς θαρσις μετὰ τῶν παίδων χιραμ ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ θαρσις τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων

βασιλεῖς θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν βασιλεῖς ἀράβων καὶ σαβα δῶρα προσάξουσιν

χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι θαρσις κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου

ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα θαρσις ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ ισραηλ ἔνδοξον εἶναι

ἀργύριον τορευτόν ἐστιν οὐ πορεύσονται ἀργύριον προσβλητὸν ἀπὸ θαρσις ἥξει χρυσίον μωφαζ καὶ χεὶρ χρυσοχόων ἔργα τεχνιτῶν πάντα ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά αἰρόμενα ἀρθήσονται ὅτι οὐκ ἐπιβήσονται μὴ φοβηθῆτε αὐτά ὅτι οὐ μὴ κακοποιήσωσιν καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς

καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσις καὶ ὁμοίωμα ἓν τοῖς τέσσαρσιν καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ

καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου

καὶ ἀνέστη ιωνας τοῦ φυγεῖν εἰς θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς θαρσις ἐκ προσώπου κυρίου