Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



καὶ ἐπάταξεν ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς οὐ κατέλιπον αὐτῶν σεσῳσμένον καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος θεὸς ισραηλ

καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ βενιαμιν καὶ κύκλῳ ιερουσαλημ καὶ ἐν πόλεσιν ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς σεφηλα καὶ ἐν πόλεσιν τῆς ναγεβ ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν

καὶ ἐρεῖς τῷ δρυμῷ ναγεβ ἄκουε λόγον κυρίου τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν οὐ σβεσθήσεται φλὸξ ἐξαφθεῖσα καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ

καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγεβ τὸ ὄρος τὸ ησαυ καὶ οἱ ἐν τῇ σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος εφραιμ καὶ τὸ πεδίον σαμαρείας καὶ βενιαμιν καὶ τὴν γαλααδῖτιν