Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

1 Chronicles 3

3:1 καὶ οὗτοι ἦσαν υἱοὶ δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν χεβρων πρωτότοκος αμνων τῇ αχινααμ τῇ ιεζραηλίτιδι δεύτερος δανιηλ τῇ αβιγαια τῇ καρμηλίᾳ 3:2 τρίτος αβεσσαλωμ υἱὸς μωχα θυγατρὸς θολμαι βασιλέως γεδσουρ τέταρτος αδωνια υἱὸς αγγιθ 3:3 πέμπτος σαφατια τῆς αβιταλ ἕκτος ιεθρααμ τῇ αγλα γυναικὶ αὐτοῦ 3:4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ 3:5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ιερουσαλημ σαμαα σωβαβ ναθαν καὶ σαλωμων τέσσαρες τῇ βηρσαβεε θυγατρὶ αμιηλ 3:6 καὶ ιβααρ καὶ ελισαμα καὶ ελιφαλετ 3:7 καὶ ναγε καὶ ναφαγ καὶ ιανουε 3:8 καὶ ελισαμα καὶ ελιαδα καὶ ελιφαλετ ἐννέα 3:9 πάντες υἱοὶ δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ θημαρ ἀδελφὴ αὐτῶν 3:10 υἱοὶ σαλωμων ροβοαμ αβια υἱὸς αὐτοῦ ασα υἱὸς αὐτοῦ ιωσαφατ υἱὸς αὐτοῦ 3:11 ιωραμ υἱὸς αὐτοῦ οχοζια υἱὸς αὐτοῦ ιωας υἱὸς αὐτοῦ 3:12 αμασιας υἱὸς αὐτοῦ αζαρια υἱὸς αὐτοῦ ιωαθαν υἱὸς αὐτοῦ 3:13 αχαζ υἱὸς αὐτοῦ εζεκιας υἱὸς αὐτοῦ μανασσης υἱὸς αὐτοῦ 3:14 αμων υἱὸς αὐτοῦ ιωσια υἱὸς αὐτοῦ 3:15 καὶ υἱοὶ ιωσια πρωτότοκος ιωαναν δεύτερος ιωακιμ τρίτος σεδεκια τέταρτος σαλουμ 3:16 καὶ υἱοὶ ιωακιμ ιεχονιας υἱὸς αὐτοῦ σεδεκιας υἱὸς αὐτοῦ 3:17 καὶ υἱοὶ ιεχονια-ασιρ σαλαθιηλ υἱὸς αὐτοῦ 3:18 μελχιραμ καὶ φαδαιας καὶ σανεσαρ καὶ ιεκεμια καὶ ωσαμω καὶ δενεθι 3:19 καὶ υἱοὶ σαλαθιηλ ζοροβαβελ καὶ σεμεϊ καὶ υἱοὶ ζοροβαβελ μοσολλαμος καὶ ανανια καὶ σαλωμιθ ἀδελφὴ αὐτῶν 3:20 καὶ ασουβε καὶ οολ καὶ βαραχια καὶ ασαδια καὶ ασοβαεσδ πέντε 3:21 καὶ υἱοὶ ανανια φαλλετια καὶ ισαια υἱὸς αὐτοῦ ραφαια υἱὸς αὐτοῦ ορνα υἱὸς αὐτοῦ αβδια υἱὸς αὐτοῦ σεχενια υἱὸς αὐτοῦ 3:22 καὶ υἱὸς σεχενια σαμαια καὶ υἱοὶ σαμαια χαττους καὶ ιωηλ καὶ μαρι καὶ νωαδια καὶ σαφαθ ἕξ 3:23 καὶ υἱοὶ νωαδια ελιθεναν καὶ εζεκια καὶ εζρικαμ τρεῖς 3:24 καὶ υἱοὶ ελιθεναν οδουια καὶ ελιασιβ καὶ φαλαια καὶ ακουν καὶ ιωαναν καὶ δαλαια καὶ ανανι ἑπτά


Septuagint - Public Domain