Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Exodus 39

39:1 (39:11) τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι κυρίου (39:12) καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς ααρων ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ 39:2 - - - 39:3 - - - 39:4 - - - 39:5 - - - 39:6 - - - 39:7 - - - 39:8 - - - 39:9 - - - 39:10 - - - 39:11 - - - 39:12 - - - 39:13 - - - 39:14 - - - 39:15 - - - 39:16 - - - 39:17 - - - 39:18 - - - 39:19 - - - 39:20 - - - 39:21 - - - 39:22 - - - 39:23 - - - 39:24 - - - 39:25 - - - 39:26 - - - 39:27 - - - 39:28 - - - 39:29 - - - 39:30 - - - 39:31 - - - 39:32 (39:10) καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ καθὰ συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν 39:33 (39:13) καὶ ἤνεγκαν τὰς στολὰς πρὸς μωυσῆν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους 39:34 (39:20) καὶ τὰς διφθέρας δέρματα κριῶν ἠρυθροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνθινα καὶ τῶν λοιπῶν τὰ ἐπικαλύμματα 39:35 (39:14) καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς διωστῆρας αὐτῆς 39:36 (39:17) καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ πάντα τὰ αὐτῆς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους 39:37 (39:16) καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ τοὺς λύχνους αὐτῆς λύχνους τῆς καύσεως καὶ τὸ ἔλαιον τοῦ φωτὸς 39:38 (39:15) καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως 39:39 (39:15) καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως 39:40 (39:19) καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς καὶ τῆς πύλης τῆς αὐλῆς καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αὐτῆς 39:41 (39:18) καὶ τὰς στολὰς τοῦ ἁγίου αἵ εἰσιν ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν ἱερατείαν 39:42 (39:21) καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου (39:22) ὅσα συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ ισραηλ πᾶσαν τὴν ἀποσκευήν 39:43 (39:23) καὶ εἶδεν μωυσῆς πάντα τὰ ἔργα καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν αὐτά καὶ εὐλόγησεν αὐτοὺς μωυσῆς


Septuagint - Public Domain