Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Genesis 16

16:1 σαρα δὲ ἡ γυνὴ αβραμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη αἰγυπτία ᾗ ὄνομα αγαρ 16:2 εἶπεν δὲ σαρα πρὸς αβραμ ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ αβραμ τῆς φωνῆς σαρας 16:3 καὶ λαβοῦσα σαρα ἡ γυνὴ αβραμ αγαρ τὴν αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι αβραμ ἐν γῇ χανααν καὶ ἔδωκεν αὐτὴν αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα 16:4 καὶ εἰσῆλθεν πρὸς αγαρ καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς 16:5 εἶπεν δὲ σαρα πρὸς αβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ 16:6 εἶπεν δὲ αβραμ πρὸς σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ καὶ ἐκάκωσεν αὐτὴν σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς 16:7 εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ σουρ 16:8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου αγαρ παιδίσκη σαρας πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν ἀπὸ προσώπου σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω 16:9 εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς 16:10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους 16:11 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ισμαηλ ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου 16:12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει 16:13 καὶ ἐκάλεσεν αγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι 16:14 ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ φρέαρ οὗ ἐνώπιον εἶδον ἰδοὺ ἀνὰ μέσον καδης καὶ ἀνὰ μέσον βαραδ 16:15 καὶ ἔτεκεν αγαρ τῷ αβραμ υἱόν καὶ ἐκάλεσεν αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ ὃν ἔτεκεν αὐτῷ αγαρ ισμαηλ 16:16 αβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν ἡνίκα ἔτεκεν αγαρ τὸν ισμαηλ τῷ αβραμ


Septuagint - Public Domain