Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Isaiah 13

13:1 ὅρασις ἣν εἶδεν ησαιας υἱὸς αμως κατὰ βαβυλῶνος 13:2 ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον ὑψώσατε τὴν φωνὴν αὐτοῖς μὴ φοβεῖσθε παρακαλεῖτε τῇ χειρί ἀνοίξατε οἱ ἄρχοντες 13:3 ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς ἡγιασμένοι εἰσίν καὶ ἐγὼ ἄγω αὐτούς γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες 13:4 φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων κύριος σαβαωθ ἐντέταλται ἔθνει ὁπλομάχῳ 13:5 ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην 13:6 ὀλολύζετε ἐγγὺς γὰρ ἡμέρα κυρίου καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει 13:7 διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει 13:8 καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν 13:9 ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς 13:10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὠρίων καὶ πᾶς κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος καὶ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς 13:11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω 13:12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον τὸ χρυσίον τὸ ἄπυρον καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται λίθος ἐκ σουφιρ 13:13 γὰρ οὐρανὸς θυμωθήσεται καὶ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου σαβαωθ τῇ ἡμέρᾳ ἂν ἐπέλθῃ θυμὸς αὐτοῦ 13:14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον καὶ οὐκ ἔσται συνάγων ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι 13:15 ὃς γὰρ ἂν ἁλῷ ἡττηθήσεται καὶ οἵτινες συνηγμένοι εἰσίν μαχαίρᾳ πεσοῦνται 13:16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν 13:17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν 13:18 τοξεύματα νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν οὐδὲ ἐπὶ τοῖς τέκνοις οὐ φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν 13:19 καὶ ἔσται βαβυλών καλεῖται ἔνδοξος ὑπὸ βασιλέως χαλδαίων ὃν τρόπον κατέστρεψεν θεὸς σοδομα καὶ γομορρα 13:20 οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν οὐδὲ μὴ διέλθωσιν αὐτὴν ἄραβες οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ 13:21 καὶ ἀναπαύσονται ἐκεῖ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται 13:22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ


Septuagint - Public Domain