Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Proverbs 1
1 Samuel 17
1 Chronicles 25
Nehemiah 3
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Proverbs 1
Commentary
Submitted Translations
Papers/Articles
1:1
παροιμίαι
σαλωμῶντος
υἱοῦ
δαυιδ
ὃς
ἐβασίλευσεν
ἐν
ισραηλ
1:2
γνῶναι
σοφίαν
καὶ
παιδείαν
νοῆσαί
τε
λόγους
φρονήσεως
1:3
δέξασθαί
τε
στροφὰς
λόγων
νοῆσαί
τε
δικαιοσύνην
ἀληθῆ
καὶ
κρίμα
κατευθύνειν
1:4
ἵνα
δῷ
ἀκάκοις
πανουργίαν
παιδὶ
δὲ
νέῳ
αἴσθησίν
τε
καὶ
ἔννοιαν
1:5
τῶνδε
γὰρ
ἀκούσας
σοφὸς
σοφώτερος
ἔσται
ὁ
δὲ
νοήμων
κυβέρνησιν
κτήσεται
1:6
νοήσει
τε
παραβολὴν
καὶ
σκοτεινὸν
λόγον
ῥήσεις
τε
σοφῶν
καὶ
αἰνίγματα
1:7
ἀρχὴ
σοφίας
φόβος
θεοῦ
σύνεσις
δὲ
ἀγαθὴ
πᾶσι
τοῖς
ποιοῦσιν
αὐτήν
εὐσέβεια
δὲ
εἰς
θεὸν
ἀρχὴ
αἰσθήσεως
σοφίαν
δὲ
καὶ
παιδείαν
ἀσεβεῖς
ἐξουθενήσουσιν
1:8
ἄκουε
υἱέ
παιδείαν
πατρός
σου
καὶ
μὴ
ἀπώσῃ
θεσμοὺς
μητρός
σου
1:9
στέφανον
γὰρ
χαρίτων
δέξῃ
σῇ
κορυφῇ
καὶ
κλοιὸν
χρύσεον
περὶ
σῷ
τραχήλῳ
1:10
υἱέ
μή
σε
πλανήσωσιν
ἄνδρες
ἀσεβεῖς
μηδὲ
βουληθῇς
ἐὰν
παρακαλέσωσί
σε
λέγοντες
1:11
ἐλθὲ
μεθ'
ἡμῶν
κοινώνησον
αἵματος
κρύψωμεν
δὲ
εἰς
γῆν
ἄνδρα
δίκαιον
ἀδίκως
1:12
καταπίωμεν
δὲ
αὐτὸν
ὥσπερ
ᾅδης
ζῶντα
καὶ
ἄρωμεν
αὐτοῦ
τὴν
μνήμην
ἐκ
γῆς
1:13
τὴν
κτῆσιν
αὐτοῦ
τὴν
πολυτελῆ
καταλαβώμεθα
πλήσωμεν
δὲ
οἴκους
ἡμετέρους
σκύλων
1:14
τὸν
δὲ
σὸν
κλῆρον
βάλε
ἐν
ἡμῖν
κοινὸν
δὲ
βαλλάντιον
κτησώμεθα
πάντες
καὶ
μαρσίππιον
ἓν
γενηθήτω
ἡμῖν
1:15
μὴ
πορευθῇς
ἐν
ὁδῷ
μετ'
αὐτῶν
ἔκκλινον
δὲ
τὸν
πόδα
σου
ἐκ
τῶν
τρίβων
αὐτῶν
1:16
οἱ
γὰρ
πόδες
αὐτῶν
εἰς
κακίαν
τρέχουσιν
καὶ
ταχινοὶ
τοῦ
ἐκχέαι
αἷμα
1:17
οὐ
γὰρ
ἀδίκως
ἐκτείνεται
δίκτυα
πτερωτοῖς
1:18
αὐτοὶ
γὰρ
οἱ
φόνου
μετέχοντες
θησαυρίζουσιν
ἑαυτοῖς
κακά
ἡ
δὲ
καταστροφὴ
ἀνδρῶν
παρανόμων
κακή
1:19
αὗται
αἱ
ὁδοί
εἰσιν
πάντων
τῶν
συντελούντων
τὰ
ἄνομα
τῇ
γὰρ
ἀσεβείᾳ
τὴν
ἑαυτῶν
ψυχὴν
ἀφαιροῦνται
1:20
σοφία
ἐν
ἐξόδοις
ὑμνεῖται
ἐν
δὲ
πλατείαις
παρρησίαν
ἄγει
1:21
ἐπ'
ἄκρων
δὲ
τειχέων
κηρύσσεται
ἐπὶ
δὲ
πύλαις
δυναστῶν
παρεδρεύει
ἐπὶ
δὲ
πύλαις
πόλεως
θαρροῦσα
λέγει
1:22
ὅσον
ἂν
χρόνον
ἄκακοι
ἔχωνται
τῆς
δικαιοσύνης
οὐκ
αἰσχυνθήσονται
οἱ
δὲ
ἄφρονες
τῆς
ὕβρεως
ὄντες
ἐπιθυμηταί
ἀσεβεῖς
γενόμενοι
ἐμίσησαν
αἴσθησιν
1:23
καὶ
ὑπεύθυνοι
ἐγένοντο
ἐλέγχοις
ἰδοὺ
προήσομαι
ὑμῖν
ἐμῆς
πνοῆς
ῥῆσιν
διδάξω
δὲ
ὑμᾶς
τὸν
ἐμὸν
λόγον
1:24
ἐπειδὴ
ἐκάλουν
καὶ
οὐχ
ὑπηκούσατε
καὶ
ἐξέτεινον
λόγους
καὶ
οὐ
προσείχετε
1:25
ἀλλὰ
ἀκύρους
ἐποιεῖτε
ἐμὰς
βουλάς
τοῖς
δὲ
ἐμοῖς
ἐλέγχοις
ἠπειθήσατε
1:26
τοιγαροῦν
κἀγὼ
τῇ
ὑμετέρᾳ
ἀπωλείᾳ
ἐπιγελάσομαι
καταχαροῦμαι
δέ
ἡνίκα
ἂν
ἔρχηται
ὑμῖν
ὄλεθρος
(1:27)
καὶ
ὡς
ἂν
ἀφίκηται
ὑμῖν
ἄφνω
θόρυβος
ἡ
δὲ
καταστροφὴ
ὁμοίως
καταιγίδι
παρῇ
καὶ
ὅταν
ἔρχηται
ὑμῖν
θλῖψις
καὶ
πολιορκία
ἢ
ὅταν
ἔρχηται
ὑμῖν
ὄλεθρος
1:27
καὶ
ὡς
ἂν
ἀφίκηται
ὑμῖν
ἄφνω
θόρυβος
ἡ
δὲ
καταστροφὴ
ὁμοίως
καταιγίδι
παρῇ
καὶ
ὅταν
ἔρχηται
ὑμῖν
θλῖψις
καὶ
πολιορκία
ἢ
ὅταν
ἔρχηται
ὑμῖν
ὄλεθρος
1:28
ἔσται
γὰρ
ὅταν
ἐπικαλέσησθέ
με
ἐγὼ
δὲ
οὐκ
εἰσακούσομαι
ὑμῶν
ζητήσουσίν
με
κακοὶ
καὶ
οὐχ
εὑρήσουσιν
1:29
ἐμίσησαν
γὰρ
σοφίαν
τὸν
δὲ
φόβον
τοῦ
κυρίου
οὐ
προείλαντο
1:30
οὐδὲ
ἤθελον
ἐμαῖς
προσέχειν
βουλαῖς
ἐμυκτήριζον
δὲ
ἐμοὺς
ἐλέγχους
1:31
τοιγαροῦν
ἔδονται
τῆς
ἑαυτῶν
ὁδοῦ
τοὺς
καρποὺς
καὶ
τῆς
ἑαυτῶν
ἀσεβείας
πλησθήσονται
1:32
ἀνθ'
ὧν
γὰρ
ἠδίκουν
νηπίους
φονευθήσονται
καὶ
ἐξετασμὸς
ἀσεβεῖς
ὀλεῖ
1:33
ὁ
δὲ
ἐμοῦ
ἀκούων
κατασκηνώσει
ἐπ'
ἐλπίδι
καὶ
ἡσυχάσει
ἀφόβως
ἀπὸ
παντὸς
κακοῦ
Septuagint
- Public Domain