Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Psalm 112

112:1 (111:1) αλληλουια μακάριος ἀνὴρ φοβούμενος τὸν κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα 112:2 (111:2) δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ γενεὰ εὐθείων εὐλογηθήσεται 112:3 (111:3) δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος 112:4 (111:4) ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος 112:5 (111:5) χρηστὸς ἀνὴρ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει 112:6 (111:6) ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος 112:7 (111:7) ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον 112:8 (111:8) ἐστήρικται καρδία αὐτοῦ οὐ μὴ φοβηθῇ ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ 112:9 (111:9) ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ 112:10 (111:10) ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται


Septuagint - Public Domain