Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Psalm 137

137:1 (136:1) τῷ δαυιδ ἐπὶ τῶν ποταμῶν βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς σιων 137:2 (136:2) ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν 137:3 (136:3) ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν σιων 137:4 (136:4) πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας 137:5 (136:5) ἐὰν ἐπιλάθωμαί σου ιερουσαλημ ἐπιλησθείη δεξιά μου 137:6 (136:6) κολληθείη γλῶσσά μου τῷ λάρυγγί μου ἐὰν μή σου μνησθῶ ἐὰν μὴ προανατάξωμαι τὴν ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου 137:7 (136:7) μνήσθητι κύριε τῶν υἱῶν εδωμ τὴν ἡμέραν ιερουσαλημ τῶν λεγόντων ἐκκενοῦτε ἐκκενοῦτε ἕως θεμέλιος ἐν αὐτῇ 137:8 (136:8) θυγάτηρ βαβυλῶνος ταλαίπωρος μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ἀνταπέδωκας ἡμῖν 137:9 (136:9) μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν


Septuagint - Public Domain