Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Psalm 139

139:1 (138:1) εἰς τὸ τέλος ψαλμὸς τῷ δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με 139:2 (138:2) σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν 139:3 (138:3) τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες 139:4 (138:4) ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου 139:5 (138:5) ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου 139:6 (138:6) ἐθαυμαστώθη γνῶσίς σου ἐξ ἐμοῦ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν 139:7 (138:7) ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω 139:8 (138:8) ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν σὺ εἶ ἐκεῖ ἐὰν καταβῶ εἰς τὸν ᾅδην πάρει 139:9 (138:9) ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης 139:10 (138:10) καὶ γὰρ ἐκεῖ χείρ σου ὁδηγήσει με καὶ καθέξει με δεξιά σου 139:11 (138:11) καὶ εἶπα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου 139:12 (138:12) ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτῆς οὕτως καὶ τὸ φῶς αὐτῆς 139:13 (138:13) ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου 139:14 (138:14) ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ψυχή μου γινώσκει σφόδρα 139:15 (138:15) οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ἐποίησας ἐν κρυφῇ καὶ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς 139:16 (138:16) τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς 139:17 (138:17) ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν 139:18 (138:18) ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ 139:19 (138:19) ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμοῦ 139:20 (138:20) ὅτι ἐρεῖς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου 139:21 (138:21) οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην 139:22 (138:22) τέλειον μῖσος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι 139:23 (138:23) δοκίμασόν με θεός καὶ γνῶθι τὴν καρδίαν μου ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου 139:24 (138:24) καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ


Septuagint - Public Domain