Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 142

142:1 (141:1) συνέσεως τῷ δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχή (141:2) φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς κύριον ἐδεήθην 142:2 (141:3) ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ 142:3 (141:4) ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου ἐν ὁδῷ ταύτῃ ἐπορευόμην ἔκρυψαν παγίδα μοι 142:4 (141:5) κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον ὅτι οὐκ ἦν ἐπιγινώσκων με ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ἐκζητῶν τὴν ψυχήν μου 142:5 (141:6) ἐκέκραξα πρὸς σέ κύριε εἶπα σὺ εἶ ἐλπίς μου μερίς μου ἐν γῇ ζώντων 142:6 (141:7) πρόσχες πρὸς τὴν δέησίν μου ὅτι ἐταπεινώθην σφόδρα ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ 142:7 (141:8) ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου κύριε ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι


Septuagint - Public Domain