Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Psalm 35
Isaiah 28
1 Chronicles 5
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Psalm 35
Commentary
Submitted Translations
Papers/Articles
35:1
(34:1)
τῷ
δαυιδ
δίκασον
κύριε
τοὺς
ἀδικοῦντάς
με
πολέμησον
τοὺς
πολεμοῦντάς
με
35:2
(34:2)
ἐπιλαβοῦ
ὅπλου
καὶ
θυρεοῦ
καὶ
ἀνάστηθι
εἰς
βοήθειάν
μου
35:3
(34:3)
ἔκχεον
ῥομφαίαν
καὶ
σύγκλεισον
ἐξ
ἐναντίας
τῶν
καταδιωκόντων
με
εἰπὸν
τῇ
ψυχῇ
μου
σωτηρία
σου
ἐγώ
εἰμι
35:4
(34:4)
αἰσχυνθήτωσαν
καὶ
ἐντραπήτωσαν
οἱ
ζητοῦντες
τὴν
ψυχήν
μου
ἀποστραφήτωσαν
εἰς
τὰ
ὀπίσω
καὶ
καταισχυνθήτωσαν
οἱ
λογιζόμενοί
μοι
κακά
35:5
(34:5)
γενηθήτωσαν
ὡσεὶ
χνοῦς
κατὰ
πρόσωπον
ἀνέμου
καὶ
ἄγγελος
κυρίου
ἐκθλίβων
αὐτούς
35:6
(34:6)
γενηθήτω
ἡ
ὁδὸς
αὐτῶν
σκότος
καὶ
ὀλίσθημα
καὶ
ἄγγελος
κυρίου
καταδιώκων
αὐτούς
35:7
(34:7)
ὅτι
δωρεὰν
ἔκρυψάν
μοι
διαφθορὰν
παγίδος
αὐτῶν
μάτην
ὠνείδισαν
τὴν
ψυχήν
μου
35:8
(34:8)
ἐλθέτω
αὐτοῖς
παγίς
ἣν
οὐ
γινώσκουσιν
καὶ
ἡ
θήρα
ἣν
ἔκρυψαν
συλλαβέτω
αὐτούς
καὶ
ἐν
τῇ
παγίδι
πεσοῦνται
ἐν
αὐτῇ
35:9
(34:9)
ἡ
δὲ
ψυχή
μου
ἀγαλλιάσεται
ἐπὶ
τῷ
κυρίῳ
τερφθήσεται
ἐπὶ
τῷ
σωτηρίῳ
αὐτοῦ
35:10
(34:10)
πάντα
τὰ
ὀστᾶ
μου
ἐροῦσιν
κύριε
τίς
ὅμοιός
σοι
ῥυόμενος
πτωχὸν
ἐκ
χειρὸς
στερεωτέρων
αὐτοῦ
καὶ
πτωχὸν
καὶ
πένητα
ἀπὸ
τῶν
διαρπαζόντων
αὐτόν
35:11
(34:11)
ἀναστάντες
μάρτυρες
ἄδικοι
ἃ
οὐκ
ἐγίνωσκον
ἠρώτων
με
35:12
(34:12)
ἀνταπεδίδοσάν
μοι
πονηρὰ
ἀντὶ
καλῶν
καὶ
ἀτεκνίαν
τῇ
ψυχῇ
μου
35:13
(34:13)
ἐγὼ
δὲ
ἐν
τῷ
αὐτοὺς
παρενοχλεῖν
μοι
ἐνεδυόμην
σάκκον
καὶ
ἐταπείνουν
ἐν
νηστείᾳ
τὴν
ψυχήν
μου
καὶ
ἡ
προσευχή
μου
εἰς
κόλπον
μου
ἀποστραφήσεται
35:14
(34:14)
ὡς
πλησίον
ὡς
ἀδελφὸν
ἡμέτερον
οὕτως
εὐηρέστουν
ὡς
πενθῶν
καὶ
σκυθρωπάζων
οὕτως
ἐταπεινούμην
35:15
(34:15)
καὶ
κατ'
ἐμοῦ
ηὐφράνθησαν
καὶ
συνήχθησαν
συνήχθησαν
ἐπ'
ἐμὲ
μάστιγες
καὶ
οὐκ
ἔγνων
διεσχίσθησαν
καὶ
οὐ
κατενύγησαν
35:16
(34:16)
ἐπείρασάν
με
ἐξεμυκτήρισάν
με
μυκτηρισμόν
ἔβρυξαν
ἐπ'
ἐμὲ
τοὺς
ὀδόντας
αὐτῶν
35:17
(34:17)
κύριε
πότε
ἐπόψῃ
ἀποκατάστησον
τὴν
ψυχήν
μου
ἀπὸ
τῆς
κακουργίας
αὐτῶν
ἀπὸ
λεόντων
τὴν
μονογενῆ
μου
35:18
(34:18)
ἐξομολογήσομαί
σοι
κύριε
ἐν
ἐκκλησίᾳ
πολλῇ
ἐν
λαῷ
βαρεῖ
αἰνέσω
σε
35:19
(34:19)
μὴ
ἐπιχαρείησάν
μοι
οἱ
ἐχθραίνοντές
μοι
ἀδίκως
οἱ
μισοῦντές
με
δωρεὰν
καὶ
διανεύοντες
ὀφθαλμοῖς
35:20
(34:20)
ὅτι
ἐμοὶ
μὲν
εἰρηνικὰ
ἐλάλουν
καὶ
ἐπ'
ὀργὴν
δόλους
διελογίζοντο
35:21
(34:21)
καὶ
ἐπλάτυναν
ἐπ'
ἐμὲ
τὸ
στόμα
αὐτῶν
εἶπαν
εὖγε
εὖγε
εἶδαν
οἱ
ὀφθαλμοὶ
ἡμῶν
35:22
(34:22)
εἶδες
κύριε
μὴ
παρασιωπήσῃς
κύριε
μὴ
ἀποστῇς
ἀπ'
ἐμοῦ
35:23
(34:23)
ἐξεγέρθητι
κύριε
καὶ
πρόσχες
τῇ
κρίσει
μου
ὁ
θεός
μου
καὶ
ὁ
κύριός
μου
εἰς
τὴν
δίκην
μου
35:24
(34:24)
κρῖνόν
με
κατὰ
τὴν
δικαιοσύνην
σου
κύριε
ὁ
θεός
μου
καὶ
μὴ
ἐπιχαρείησάν
μοι
35:25
(34:25)
μὴ
εἴπαισαν
ἐν
καρδίαις
αὐτῶν
εὖγε
εὖγε
τῇ
ψυχῇ
ἡμῶν
μηδὲ
εἴπαισαν
κατεπίομεν
αὐτόν
35:26
(34:26)
αἰσχυνθείησαν
καὶ
ἐντραπείησαν
ἅμα
οἱ
ἐπιχαίροντες
τοῖς
κακοῖς
μου
ἐνδυσάσθωσαν
αἰσχύνην
καὶ
ἐντροπὴν
οἱ
μεγαλορρημονοῦντες
ἐπ'
ἐμέ
35:27
(34:27)
ἀγαλλιάσαιντο
καὶ
εὐφρανθείησαν
οἱ
θέλοντες
τὴν
δικαιοσύνην
μου
καὶ
εἰπάτωσαν
διὰ
παντός
μεγαλυνθήτω
ὁ
κύριος
οἱ
θέλοντες
τὴν
εἰρήνην
τοῦ
δούλου
αὐτοῦ
35:28
(34:28)
καὶ
ἡ
γλῶσσά
μου
μελετήσει
τὴν
δικαιοσύνην
σου
ὅλην
τὴν
ἡμέραν
τὸν
ἔπαινόν
σου
Septuagint
- Public Domain