Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 74

74:1 (73:1) συνέσεως τῷ ασαφ ἵνα τί ἀπώσω θεός εἰς τέλος ὠργίσθη θυμός σου ἐπὶ πρόβατα νομῆς σου 74:2 (73:2) μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ' ἀρχῆς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος σιων τοῦτο κατεσκήνωσας ἐν αὐτῷ 74:3 (73:3) ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος ὅσα ἐπονηρεύσατο ἐχθρὸς ἐν τοῖς ἁγίοις σου 74:4 (73:4) καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν 74:5 (73:5) ὡς εἰς τὴν εἴσοδον ὑπεράνω 74:6 (73:6) ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν 74:7 (73:7) ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου 74:8 (73:8) εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς 74:9 (73:9) τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμᾶς οὐ γνώσεται ἔτι 74:10 (73:10) ἕως πότε θεός ὀνειδιεῖ ἐχθρός παροξυνεῖ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος 74:11 (73:11) ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος 74:12 (73:12) δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς 74:13 (73:13) σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος 74:14 (73:14) σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς αἰθίοψιν 74:15 (73:15) σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς ηθαμ 74:16 (73:16) σή ἐστιν ἡμέρα καὶ σή ἐστιν νύξ σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον 74:17 (73:17) σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά 74:18 (73:18) μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου 74:19 (73:19) μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος 74:20 (73:20) ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν 74:21 (73:21) μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου 74:22 (73:22) ἀνάστα θεός δίκασον τὴν δίκην σου μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν 74:23 (73:23) μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ


Septuagint - Public Domain