Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Psalm 98

98:1 (97:1) ψαλμὸς τῷ δαυιδ ᾄσατε τῷ κυρίῳ ἆ|σμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ καὶ βραχίων ἅγιος αὐτοῦ 98:2 (97:2) ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ 98:3 (97:3) ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν 98:4 (97:4) ἀλαλάξατε τῷ θεῷ πᾶσα γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε 98:5 (97:5) ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ 98:6 (97:6) ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου 98:7 (97:7) σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ 98:8 (97:8) ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται 98:9 (97:9) ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι


Septuagint - Public Domain