Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Acts 20
Colossians 1
John 19
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Acts 20
Commentary
Submitted Translations
Papers/Articles
20:1
Μετὰ
δὲ
τὸ
παύσασθαι
τὸν
θόρυβον
μεταπεμψάμενος
ὁ
Παῦλος
τοὺς
μαθητὰς
καὶ
παρακαλέσας
ἀσπασάμενος
ἐξῆλθεν
πορεύεσθαι
εἰς
Μακεδονίαν.
20:2
διελθὼν
δὲ
τὰ
μέρη
ἐκεῖνα
καὶ
παρακαλέσας
αὐτοὺς
λόγῳ
πολλῷ
ἦλθεν
εἰς
τὴν
Ἑλλάδα.
20:3
ποιήσας
τε
μῆνας
τρεῖς·
γενομένης
ἐπιβουλῆς
αὐτῷ
ὑπὸ
τῶν
Ἰουδαίων
μέλλοντι
ἀνάγεσθαι
εἰς
τὴν
Συρίαν,
ἐγένετο
γνώμης
τοῦ
ὑποστρέφειν
διὰ
Μακεδονίας.
20:4
συνείπετο
δὲ
αὐτῷ
Σώπατρος,
Πύρρου
Βεροιαῖος,
Θεσσαλονικέων
δὲ
Ἀρίσταρχος
καὶ
Σεκοῦνδος,
καὶ
Γάϊος
Δερβαῖος
καὶ
Τιμόθεος,
Ἀσιανοὶ
δὲ
Τύχικος
καὶ
Τρόφιμος.
20:5
οὗτοι
δὲ
προσελθόντες
ἔμενον
ἡμᾶς
ἐν
Τρῳάδι,
20:6
ἡμεῖς
δὲ
ἐξεπλεύσαμεν
μετὰ
τὰς
ἡμέρας
τῶν
ἀζύμων
ἀπὸ
Φιλίππων
καὶ
ἤλθομεν
πρὸς
αὐτοὺς
εἰς
τὴν
Τρῴαδα
ἄχρις
ἡμερῶν
πέντε,
οὗ
διετρίψαμεν
ἡμέρας
ἑπτά.
20:7
Ἐν
δὲ
τῇ
μιᾷ
τῶν
σαββάτων
συνηγμένων
ἡμῶν
κλάσαι
ἄρτον,
ὁ
Παῦλος
διελέγετο
αὐτοῖς
μέλλων
ἐξιέναι
τῇ
ἐπαύριον,
παρέτεινεν
τε
τὸν
λόγον
μέχρι
μεσονυκτίου.
20:8
ἦσαν
δὲ
λαμπάδες
ἱκαναὶ
ἐν
τῷ
ὑπερῴῳ
οὗ
ἦμεν
συνηγμένοι.
20:9
καθεζόμενος
δέ
τις
νεανίας
ὀνόματι
Εὔτυχος
ἐπὶ
τῆς
θυρίδος,
καταφερόμενος
ὕπνῳ
βαθεῖ
διαλεγομένου
τοῦ
Παύλου
ἐπὶ
πλεῖον,
κατενεχθεὶς
ἀπὸ
τοῦ
ὕπνου
ἔπεσεν
ἀπὸ
τοῦ
τριστέγου
κάτω
καὶ
ἤρθη
νεκρός.
20:10
καταβὰς
δὲ
ὁ
Παῦλος
ἐπέπεσεν
αὐτῷ
καὶ
συμπεριλαβὼν
εἶπεν·
μὴ
θορυβεῖσθε,
ἡ
γὰρ
ψυχὴ
αὐτοῦ
ἐν
αὐτῷ
ἐστιν.
20:11
ἀναβὰς
δὲ
[καὶ]
κλάσας
τὸν
ἄρτον
καὶ
γευσάμενος
ἐφ'
ἱκανόν
τε
ὁμιλήσας
ἄχρις
αὐγῆς,
οὕτως
ἐξῆλθεν.
20:12
ἤγαγον
δὲ
τὸν
παῖδα
ζῶντα
καὶ
παρεκλήθησαν
οὐ
μετρίως.
20:13
ἡμεῖς
δὲ
προελθόντες
ἐπὶ
τὸ
πλοῖον
ἀνήχθημεν
ἐπὶ
τὴν
Ἆσσον
ἐκεῖθεν
μέλλοντες
ἀναλαμβάνειν
τὸν
Παῦλον·
οὕτως
γὰρ
διατεταγμένος
ἦν
μέλλων
αὐτὸς
πεζεύειν.
20:14
ὡς
δὲ
συνέβαλλεν
ἡμῖν
εἰς
τὴν
Ἆσσον,
ἀναλαβόντες
αὐτὸν
ἤλθομεν
εἰς
Μιτυλήνην,
20:15
κακεῖθεν
ἀποπλεύσαντες
τῇ
ἐπιούσῃ
κατηντήσαμεν
ἄντικρυς
Χίου,
τῇ
δὲ
ἑτέρᾳ
παρεβάλομεν
εἰς
Σάμον,
τῇ
δὲ
ἐχομένῃ
ἤλθομεν
εἰς
Μίλητον.
20:16
κεκρίκει
γὰρ
ὁ
Παῦλος
παραπλεῦσαι
τὴν
Ἔφεσον,
ὅπως
μὴ
γένηται
αὐτῷ
χρονοτριβῆσαι
ἐν
τῇ
Ἀσίᾳ·
ἔσπευδεν
γὰρ
εἰ
δυνατὸν
εἴη
αὐτῷ
τὴν
ἡμέραν
τῆς
πεντηκοστῆς
γενέσθαι
εἰς
Ἱεροσόλυμα.
20:17
Ἀπὸ
δὲ
τῆς
Μιλήτου
πέμψας
εἰς
Ἔφεσον
μετεκαλέσατο
τοὺς
πρεσβυτέρους
τῆς
ἐκκλησίας.
20:18
ὡς
δὲ
παρεγένοντο
πρὸς
αὐτὸν
εἶπεν
αὐτοῖς·
ὑμεῖς
ἐπίστασθε,
ἀπὸ
πρώτης
ἡμέρας
ἀφ'
ἧς
ἐπέβην
εἰς
τὴν
Ἀσίαν,
πῶς
μεθ'
ὑμῶν
τὸν
πάντα
χρόνον
ἐγενόμην,
20:19
δουλεύων
τῷ
κυρίῳ
μετὰ
πάσης
ταπεινοφροσύνης
καὶ
δακρύων
καὶ
πειρασμῶν
τῶν
συμβάντων
μοι
ἐν
ταῖς
ἐπιβουλαῖς
τῶν
Ἰουδαίων,
20:20
ὡς
οὐδὲν
ὑπεστειλάμην
τῶν
συμφερόντων
τοῦ
μὴ
ἀναγγεῖλαι
ὑμῖν
καὶ
διδάξαι
ὑμᾶς
δημοσίᾳ
καὶ
κατ'
οἴκους,
20:21
διαμαρτυρόμενος
Ἰουδαίοις
τε
καὶ
Ἕλλησιν
τὴν
εἰς
θεὸν
μετάνοιαν
καὶ
πίστιν
εἰς
τὸν
κύριον
ἡμῶν
Ἰησοῦν.
20:22
Καὶ
νῦν
ἰδοὺ
δεδεμένος
ἐγὼ
τῷ
πνεύματι
πορεύομαι
εἰς
Ἰερουσαλὴμ
τὰ
ἐν
αὐτῇ
συναντήσοντα
ἐμοὶ
μὴ
εἰδώς,
20:23
πλὴν
ὅτι
τὸ
πνεῦμα
τὸ
ἅγιον
κατὰ
πόλιν
διαμαρτύρεται
μοι
λέγον
ὅτι
δεσμὰ
καὶ
θλίψεις
με
μένουσιν.
20:24
ἀλλ'
οὐδενὸς
λόγου
ποιοῦμαι
τὴν
ψυχὴν
τιμίαν
ἐμαυτῷ
ὡς
τελειώσω
τὸν
δρόμον
μου
καὶ
τὴν
διακονίαν
ἣν
ἔλαβον
παρὰ
τοῦ
κυρίου
Ἰησοῦ,
διαμαρτύρασθαι
τὸ
εὐαγγέλιον
τῆς
χάριτος
τοῦ
θεοῦ.
20:25
Καὶ
νῦν
ἰδοὺ
ἐγὼ
οἶδα
ὅτι
οὐκέτι
ὄψεσθε
τὸ
πρόσωπον
μου
ὑμεῖς
πάντες
ἐν
οἷς
διῆλθον
κηρύσσων
τὴν
βασιλείαν.
20:26
διότι
μαρτύρομαι
ὑμῖν
ἐν
τῇ
σήμερον
ἡμέρᾳ
ὅτι
καθαρός
εἰμι
ἀπὸ
τοῦ
αἵματος
πάντων·
20:27
οὐ
γὰρ
ὑπεστειλάμην
τοῦ
μὴ
ἀναγγεῖλαι
πᾶσαν
τὴν
βουλὴν
τοῦ
θεοῦ
ὑμῖν.
20:28
προσέχετε
ἑαυτοῖς
καὶ
παντὶ
τῷ
ποιμνίῳ
ἐν
ᾧ
ὑμᾶς
τὸ
πνεῦμα
τὸ
ἅγιον
ἔθετο
ἐπισκόπους
ποιμαίνειν
τὴν
ἐκκλησίαν
τοῦ
θεοῦ,
ἣν
περιεποιήσατο
διὰ
τοῦ
αἵματος
τοῦ
ἰδίου.
20:29
ἐγὼ
οἶδα
ὅτι
εἰσελεύσονται
μετὰ
τὴν
ἄφιξιν
μου
λύκοι
βαρεῖς
εἰς
ὑμᾶς
μὴ
φειδόμενοι
τοῦ
ποιμνίου,
20:30
καὶ
ἐξ
ὑμῶν
[αὐτῶν]
ἀναστήσονται
ἄνδρες
λαλοῦντες
διεστραμμένα
τοῦ
ἀποσπᾶν
τοὺς
μαθητὰς
ὀπίσω
ἑαυτῶν.
20:31
διὸ
γρηγορεῖτε
μνημονεύοντες
ὅτι
τριετίαν
νύκτα
καὶ
ἡμέραν
οὐκ
ἐπαυσάμην
μετὰ
δακρύων
νουθετῶν
ἕνα
ἕκαστον.
20:32
Καὶ
τὰ
νῦν
παρατίθεμαι
ὑμᾶς
τῷ
κυρίῳ
καὶ
τῷ
λόγῳ
τῆς
χάριτος
αὐτοῦ
τῷ
δυναμένῳ
οἰκοδομῆσαι
καὶ
δοῦναι
τὴν
κληρονομίαν
ἐν
τοῖς
ἡγιασμένοις
πᾶσιν.
20:33
ἀργυρίου
ἢ
χρυσίου
ἢ
ἱματισμοῦ
οὐδενὸς
ἐπεθύμησα·
20:34
αὐτοὶ
γινώσκετε
ὅτι
ταῖς
χρείαις
μου
καὶ
τοῖς
οὖσιν
μετ'
ἐμοῦ
ὑπηρέτησαν
αἱ
χεῖρες
αὗται.
20:35
πάντα
ὑπέδειξα
ὑμῖν
ὅτι
οὕτως
κοπιῶντας
δεῖ
ἀντιλαμβάνεσθαι
τῶν
ἀσθενούντων
μνημονεύειν
τε
τῶν
λόγων
τοῦ
κυρίου
Ἰησοῦ
ὅτι
αὐτὸς
εἶπεν·
μακάριον
ἐστιν
μᾶλλον
διδόναι
ἢ
λαμβάνειν.
20:36
Καὶ
ταῦτα
εἶπων
θεὶς
τὰ
γόνατα
αὐτοῦ
σὺν
πᾶσιν
αὐτοῖς
προσηύξατο.
20:37
ἱκανὸς
δὲ
κλαυθμὸς
ἐγένετο
πάντων
καὶ
ἐπιπεσόντες
ἐπὶ
τὸν
τράχηλον
τοῦ
Παύλου
κατεφίλουν
αὐτόν,
20:38
ὀδυνώμενοι
μάλιστα
ἐπὶ
τῷ
λόγῳ
ᾧ
εἰρήκει
ὅτι
οὐκέτι
μέλλουσιν
τὸ
πρόσωπον
αὐτοῦ
θεωρεῖν.
προέπεμπον
δὲ
αὐτὸν
εἰς
τὸ
πλοῖον.
Westcott-Hort Greek NT
- Public Domain