Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Colossians 3
Definition שֶׁשָּׁמֵם
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Colossians 3
Commentary
Submitted Translations
Papers/Articles
3:1
Εἰ
οὖν
συνηγέρθητε
τῷ
Χριστῷ,
τὰ
ἄνω
ζητεῖτε,
οὗ
ὁ
Χριστός
ἐστιν
ἐν
δεξιᾷ
τοῦ
θεοῦ
καθήμενος·
3:2
τὰ
ἄνω
φρονεῖτε,
μὴ
τὰ
ἐπὶ
τῆς
γῆς.
3:3
ἀπεθάνετε
γὰρ
καὶ
ἡ
ζωὴ
ὑμῶν
κέκρυπται
σὺν
τῷ
Χριστῷ
ἐν
τῷ
θεῷ.
3:4
ὅταν
ὁ
Χριστὸς
φανερωθῇ,
ἡ
ζωὴ
ἡμῶν,
τότε
καὶ
ὑμεῖς
σὺν
αὐτῷ
φανερωθήσεσθε
ἐν
δόξῃ.
3:5
Νεκρώσατε
οὖν
τὰ
μέλη
τὰ
ἐπὶ
τῆς
γῆς
πορνείαν
ἀκαθαρσίαν
πάθος
ἐπιθυμίαν
κακήν,
καὶ
τὴν
πλεονεξίαν,
ἥτις
ἐστιν
εἰδωλολατρία,
3:6
δι'
ἃ
ἔρχεται
ἡ
ὀργὴ
τοῦ
θεοῦ.
3:7
ἐν
οἷς
καὶ
ὑμεῖς
περιεπατήσατε
ποτε,
ὅτε
ἐζῆτε
ἐν
τούτοις·
3:8
νυνὶ
δὲ
ἀπόθεσθε
καὶ
ὑμεῖς
τὰ
πάντα,
ὀργήν,
θυμόν,
κακίαν,
βλασφημίαν,
αἰσχρολογίαν
ἐκ
τοῦ
στόματος
ὑμῶν·
3:9
μὴ
ψεύδεσθε
εἰς
ἀλλήλους,
ἀπεκδυσάμενοι
τὸν
παλαιὸν
ἄνθρωπον
σὺν
ταῖς
πράξεσιν
αὐτοῦ.
3:10
καὶ
ἐνδυσάμενοι
τὸν
νέον
τὸν
ἀνακαινούμενον
εἰς
ἐπίγνωσιν
κατ'
εἰκόνα
τοῦ
κτίσαντος
αὐτόν,
3:11
ὅπου
οὐκ
ἔνι
Ἕλλην
καὶ
Ἰουδαῖος,
περιτομὴ
καὶ
ἀκροβυστία,
βάρβαρος,
Σκύθης,
δοῦλος,
ἐλεύθερος,
ἀλλὰ
πάντα
καὶ
ἐν
πᾶσιν
Χριστός.
3:12
Ἐνδύσασθε
οὖν,
ὡς
ἐκλεκτοὶ
τοῦ
θεοῦ
ἅγιοι
καὶ
ἠγαπημένοι,
σπλάγχνα
οἰκτιρμοῦ
χρηστότητα
ταπεινοφροσύνην
πραΰτητα
μακροθυμίαν,
3:13
ἀνεχόμενοι
ἀλλήλων
καὶ
χαριζόμενοι
ἑαυτοῖς
ἐάν
τις
πρὸς
τινα
ἔχη
μομφήν·
καθὼς
καὶ
ὁ
κύριος
ἐχαρίσατο
ὑμῖν,
οὕτως
καὶ
ὑμεῖς·
3:14
ἐπὶ
πᾶσιν
δὲ
τούτοις
τὴν
ἀγάπην,
ὅ
ἐστιν
σύνδεσμος
τῆς
τελειότητος.
3:15
καὶ
ἡ
εἰρήνη
τοῦ
Χριστοῦ
βραβευέτω
ἐν
ταῖς
καρδίαις
ὑμῶν,
εἰς
ἣν
καὶ
ἐκλήθητε
ἐν
[ἑνὶ]
σώματι·
καὶ
εὐχάριστοι
γίνεσθε.
3:16
ὁ
λόγος
τοῦ
Χριστοῦ
ἐνοικείτω
ἐν
ὑμῖν
πλουσίως,
ἐν
πάσῃ
σοφίᾳ
διδάσκοντες
καὶ
νουθετοῦντες
ἑαυτοὺς
ψαλμοῖς
ὕμνοις
ᾠδαῖς
πνευματικαῖς
ἐν
χάριτι
ᾄδοντες
ἐν
ταῖς
καρδίαις
ὑμῶν
τῷ
θεῷ·
3:17
καὶ
πᾶν
ὅ
τι
ἐὰν
ποιῆτε
ἐν
λόγῳ
ἢ
ἐν
ἔργω,
πάντα
ἐν
ὀνόματι
κυρίου
Ἰησοῦ,
εὐχαριστοῦντες
τῷ
θεῷ
πατρὶ
δι'
αὐτοῦ.
3:18
Αἱ
γυναῖκες,
ὑποτάσσεσθε
τοῖς
ἀνδράσιν
ὡς
ἀνῆκεν
ἐν
κυρίῳ.
3:19
Οἱ
ἄνδρες,
ἀγαπᾶτε
τὰς
γυναῖκας
καὶ
μὴ
πικραίνεσθε
πρὸς
αὐτάς.
3:20
Τὰ
τέκνα,
ὑπακούετε
τοῖς
γονεῦσιν
κατὰ
πάντα
τοῦτο
γὰρ
εὐάρεστον
ἐστιν
ἐν
κυρίῳ.
3:21
Οἱ
πατέρες
μὴ
ἐρεθίζετε
τὰ
τέκνα
ὑμῶν,
ἵνα
μὴ
ἀθυμῶσιν.
3:22
Οἱ
δοῦλοι,
ὑπακούετε
κατὰ
πάντα
τοῖς
κατὰ
σάρκα
κυρίοις,
μἡ
ἐν
ὀφθαλμοδουλίαις
ὡς
ἀνθρωπάρεσκοι,
ἀλλ'
ἐν
ἁπλότητι
καρδίας
φοβούμενοι
τὸν
κύριον.
3:23
ὃ
ἐὰν
ποιῆτε,
ἐκ
ψυχῆς
ἐργάζεσθε
ὡς
τῷ
κυρίῳ
καὶ
οὐκ
ἀνθρώποις,
3:24
εἰδότες
ὅτι
ἀπὸ
κυρίου
ἀπολήμψεσθε
τὴν
ἀνταπόδοσιν
τῆς
κληρονομίας.
τῷ
κυρίῳ
Χριστῷ
δουλεύετε·
3:25
ὁ
γὰρ
ἀδικῶν
κομίσεται
ὃ
ἠδίκησεν,
καὶ
οὐκ
ἔστιν
προσωπολημψία.
Westcott-Hort Greek NT
- Public Domain