Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Colossians 4
Numbers 35
James 1
Genesis 1
Habakkuk 1
Joshua 20
Numbers 26
Numbers 12
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Colossians 4
Commentary
Submitted Translations
Papers/Articles
4:1
Οἱ
κύριοι,
τὸ
δίκαιον
καὶ
τὴν
ἰσότητα
τοῖς
δούλοις
παρέχεσθε,
εἰδότες
ὅτι
καὶ
ὑμεῖς
ἔχετε
κύριον
ἐν
οὐρανῷ.
4:2
Τῇ
προσευχῇ
προσκαρτερεῖτε,
γρηγοροῦντες
ἐν
αὐτῇ
ἐν
εὐχαριστίᾳ,
4:3
προσευχόμενοι
ἅμα
καὶ
περὶ
ἡμῶν
ἵνα
ὁ
θεὸς
ἀνοίξῃ
ἡμῖν
θύραν
τοῦ
λόγου
λαλῆσαι
τὸ
μυστήριον
τοῦ
Χριστοῦ,
δι'
ὃ
καὶ
δέδεμαι,
4:4
ἵνα
φανερώσω
αὐτὸ
ὡς
δεῖ
με
λαλῆσαι.
4:5
Ἐν
σοφίᾳ
περιπατεῖτε
πρὸς
τοὺς
ἔξω
τὸν
καιρὸν
ἐξαγοραζόμενοι.
4:6
ὁ
λόγος
ὑμῶν
πάντοτε
ἐν
χάριτι
ἅλατι
ἠρτυμένος,
εἰδέναι
πῶς
δεῖ
ὑμᾶς
ἑνὶ
ἑκάστῳ
ἀποκρίνεσθαι.
4:7
Τὰ
κατ'
ἐμὲ
πάντα
γνωρίσει
ὑμῖν
Τύχικος
ὁ
ἀγαπητὸς
ἀδελφὸς
καὶ
πιστὸς
διάκονος
καὶ
σύνδουλος
ἐν
κυρίῳ,
4:8
ὃν
ἐπέμψα
πρὸς
ὑμᾶς
εἰς
αὐτὸ
τοῦτο,
ἵνα
γνῶτε
τὰ
περὶ
ἡμῶν
καὶ
παρακαλέσῃ
τὰς
καρδίας
ὑμῶν,
4:9
σὺν
Ὀνησίμῳ
τῷ
πιστῷ
καὶ
ἀγαπητῷ
ἀδελφῷ,
ὅς
ἐστιν
ἐξ
ὑμῶν·
πάντα
ὑμῖν
γνωρίσουσιν
τὰ
ὧδε.
4:10
Ἀσπάζεται
ὑμᾶς
Ἀρίσταρχος
ὁ
συναιχμάλωτος
μου
καὶ
Μᾶρκος
ὁ
ἀνεψιὸς
Βαρναβᾶ
(περὶ
οὗ
ἐλάβετε
ἐντολάς,
ἐὰν
ἔλθῃ
πρὸς
ὑμᾶς,
δέξασθε
αὐτόν).
4:11
καὶ
Ἰησοῦς
ὁ
λεγόμενος
Ἰοῦστος,
οἱ
ὄντες
ἐκ
περιτομῆς,
οὗτοι
μόνοι
συνεργοὶ
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ,
οἵτινες
ἐγενήθησαν
μοι
παρηγορία.
4:12
ἀσπάζεται
ὑμᾶς
Ἐπαφρᾶς
ὁ
ἐξ
ὑμῶν
δοῦλος
Χριστοῦ
Ἰησοῦ,
πάντοτε
ἀγωνιζόμενος
ὑπὲρ
ὑμῶν
ἐν
ταῖς
προσευχαῖς,
ἵνα
σταθῆτε
τέλειοι
καὶ
πεπληροφορημένοι
ἐν
παντὶ
θελήματι
τοῦ
θεοῦ.
4:13
μαρτυρῶ
γὰρ
αὐτῷ
ὅτι
ἔχει
πολὺν
πόνον
ὑπὲρ
ὑμῶν
καὶ
τῶν
ἐν
Λαοδικείᾳ
καὶ
τῶν
ἐν
Ἱεραπόλει.
4:14
ἀσπάζεται
ὑμᾶς
Λουκᾶς
ὁ
ἰατρὸς
ὁ
ἀγαπητὸς
καὶ
Δημᾶς.
4:15
Ἀσπάσασθε
τοὺς
ἐν
Λαοδικείᾳ
ἀδελφοὺς
καὶ
Νύμφαν
καὶ
τὴν
κατ'
οἶκον
αὐτῆς
ἐκκλησίαν.
4:16
καὶ
ὅταν
ἀναγνωσθῇ
παρ'
ὑμῖν
ἡ
ἐπιστολή
ποιήσατε
ἵνα
καὶ
ἐν
τῇ
Λαοδικέων
ἐκκλησίᾳ
ἀναγνωσθῇ,
καὶ
τὴν
ἐκ
Λαοδικείας
ἵνα
καὶ
ὑμεῖς
ἀναγνῶτε.
4:17
καὶ
εἴπατε
Ἀρχίππῳ·
Βλέπε
τὴν
διακονίαν
ἣν
παρέλαβες
ἐν
κυρίω,
ἵνα
αὐτὴν
πληροῖς.
4:18
Ὁ
ἀσπασμὸς
τῇ
ἐμῇ
χειρὶ
Παύλου.
μνημονεύετε
μου
τῶν
δεσμῶν.
ἡ
χάρις
μεθ'
ὑμῶν.
Westcott-Hort Greek NT
- Public Domain