Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Hebrews 13
1 Timothy 1
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Hebrews 13
Commentary
Submitted Translations
Papers/Articles
13:1
Ἡ
φιλαδελφία
μενέτω.
13:2
τῆς
φιλοξενίας
μὴ
ἐπιλανθάνεσθε,
διὰ
ταύτης
γὰρ
ἔλαθον
τινες
ξενίσαντες
ἀγγέλους.
13:3
μιμνῄσκεσθε
τῶν
δεσμίων
ὡς
συνδεδεμένοι,
τῶν
κακουχουμένων
ὡς
καὶ
αὐτοὶ
ὄντες
ἐν
σώματι.
13:4
Τίμιος
ὁ
γάμος
ἐν
πᾶσιν
καὶ
ἡ
κοίτη
ἀμιάντος,
πόρνους
γὰρ
καὶ
μοιχοὺς
κρινεῖ
ὁ
θεός.
13:5
Ἀφιλάργυρος
ὁ
τρόπος,
ἀρκούμενοι
τοῖς
παροῦσιν.
αὐτὸς
γὰρ
εἴρηκεν,
Οὐ
μὴ
σε
ἀνῶ
οὐδ'
οὐ
μὴ
σε
ἐγκαταλίπω,
13:6
ὥστε
θαρροῦντας
ἡμᾶς
λέγειν,
Κύριος
ἐμοὶ
βοηθός,
οὐ
φοβηθήσομαι,
τί
ποιήσει
μοι
ἄνθρωπος;.
13:7
Μνημονεύετε
τῶν
ἡγουμένων
ὑμῶν
οἵτινες
ἐλάλησαν
ὑμῖν
τὸν
λόγον
τοῦ
θεοῦ,
ὧν
ἀναθεωροῦντες
τὴν
ἔκβασιν
τῆς
ἀναστροφῆς
μιμεῖσθε
τὴν
πίστιν.
13:8
Ἰησοῦς
Χριστὸς
ἐχθὲς
καὶ
σήμερον
ὁ
αὐτὸς
καὶ
εἰς
τοὺς
αἰὼνας.
13:9
διδαχαῖς
ποικίλαις
καὶ
ξέναις
μὴ
παραφέρεσθε·
καλὸν
γὰρ
χάριτι
βεβαιοῦσθαι
τὴν
καρδίαν,
οὐ
βρώμασιν
ἐν
οἷς
οὐκ
ὠφελήθησαν
οἱ
περιπατοῦντες.
13:10
ἔχομεν
θυσιαστήριον
ἐξ
οὗ
φαγεῖν
οὐκ
ἔχουσιν
[ἐξουσίαν]
οἱ
τῇ
σκηνῇ
λατρεύοντες.
13:11
ὧν
γὰρ
εἰσφέρεται
ζῴων
τὸ
αἷμα
περὶ
ἁμαρτίας
εἰς
τὰ
ἅγια
διὰ
τοῦ
ἀρχιερέως,
τούτων
τὰ
σώματα
κατακαίεται
ἔξω
τῆς
παρεμβολῆς.
13:12
διὸ
καὶ
Ἰησοῦς,
ἵνα
ἁγιάση
διὰ
τοῦ
ἰδίου
αἵματος
τὸν
λαόν,
ἔξω
τῆς
πύλης
ἔπαθεν.
13:13
τοίνυν
ἐξερχώμεθα
πρὸς
αὐτὸν
ἔξω
τῆς
παρεμβολῆς
τὸν
ὀνειδισμὸν
αὐτοῦ
φέροντες·
13:14
οὐ
γὰρ
ἔχομεν
ὦδε
μένουσαν
πόλιν
ἀλλὰ
τὴν
μέλλουσαν
ἐπιζητοῦμεν.
13:15
δι'
αὐτοῦ
ἀναφέρωμεν
θυσίαν
αἰνέσεως
διὰ
πάντος
τῷ
θεῷ,
τουτ'
ἔστιν
καρπὸν
χειλέων
ὁμολογούντων
τῷ
ὀνόματι
αὐτοῦ.
13:16
τῆς
δὲ
εὐποιΐας
καὶ
κοινωνίας
μὴ
ἐπιλανθάνεσθε·
τοιαύταις
γὰρ
θυσίαις
εὐαρεστεῖται
ὁ
θεός.
13:17
Πείθεσθε
τοῖς
ἡγουμένοις
ὑμῶν
καὶ
ὑπείκετε,
αὐτοὶ
γὰρ
ἀγρυπνοῦσιν
ὑπὲρ
τῶν
ψυχῶν
ὑμῶν
ὡς
λόγον
ἀποδώσοντες,
ἵνα
μετὰ
χαρᾶς
τοῦτο
ποιῶσιν
καὶ
μὴ
στενάζοντες·
ἀλυσιτελὲς
γὰρ
ὑμῖν
τοῦτο.
13:18
Προσεύχεσθε
περὶ
ἡμῶν·
πειθόμεθα
γὰρ
ὅτι
καλὴν
συνείδησιν
ἔχομεν
ἐν
πᾶσιν
καλῶς
θέλοντες
ἀναστρέφεσθαι.
13:19
περισσοτέρως
δὲ
παρακαλῶ
τοῦτο
ποιῆσαι,
ἵνα
τάχιον
ἀποκατασταθῶ
ὑμῖν.
13:20
Ὁ
δὲ
θεὸς
τῆς
εἰρήνης,
ὁ
ἀναγαγὼν
ἐκ
νεκρῶν
τὸν
ποιμένα
τῶν
προβάτων
τὸν
μέγαν
ἐν
αἵματι
διαθήκης
αἰωνίου,
τὸν
κύριον
ἡμῶν
Ἰησοῦν,
13:21
καταρτίσαι
ὑμᾶς
ἐν
παντὶ
ἀγαθῷ
εἰς
τὸ
ποιῆσαι
τὸ
θέλημα
αὐτοῦ,
ποιῶν
ἐν
ἡμῖν
τὸ
εὐάρεστον
ἐνώπιον
αὐτοῦ
διὰ
Ἰησοῦ
Χριστοῦ,
ᾧ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων,
ἀμήν.
13:22
Παρακαλῶ
δὲ
ὑμᾶς,
ἀδελφοὶ,
ἀνέχεσθε
τοῦ
λόγου
τῆς
παρακλήσεως,
καὶ
γὰρ
διὰ
βραχέων
ἐπέστειλα
ὑμῖν.
13:23
Γινώσκετε
τὸν
ἀδελφὸν
ἡμῶν
Τιμόθεον
ἀπολελυμένον
μεθ'
οὗ
ἐὰν
τάχιον
ἔρχηται
ὄψομαι
ὑμᾶς.
13:24
Ἀσπάσασθε
πάντας
τοὺς
ἡγουμένους
ὑμῶν
καὶ
πάντας
τοὺς
ἁγίους.
ἀσπάζονται
ὑμας
οἱ
ἀπὸ
τῆς
Ἰταλίας.
13:25
ἡ
χάρις
μετὰ
πάντων
ὑμῶν.
Westcott-Hort Greek NT
- Public Domain