Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Hebrews 4
1 Corinthians 4
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Hebrews 4
Commentary
Submitted Translations
Papers/Articles
4:1
Φοβηθῶμεν
οὖν,
μήποτε
καταλειπομένης
ἐπαγγελίας
εἰσελθεῖν
εἰς
τὴν
κατάπαυσιν
αὐτοῦ
δοκῇ
τις
ἐξ
ὑμῶν
ὑστερηκέναι.
4:2
καὶ
γάρ
ἐσμεν
εὐηγγελισμένοι
καθάπερ
κακεῖνοι·
ἀλλ'
οὐκ
ὠφέλησεν
ὁ
λόγος
τῆς
ἀκοῆς
ἐκείνους
μὴ
συγκεκερασμένους
τῇ
πίστει
τοῖς
ἀκούσασιν.
4:3
εἰσερχόμεθα
γὰρ
εἰς
[τὴν]
κατάπαυσιν
οἱ
πιστεύσαντες,
καθὼς
εἴρηκεν·
Ὡς
ὤμοσα
ἐν
τῇ
ὀργῇ
μου·
Εἰ
εἰσελεύσονται
εἰς
τὴν
κατάπαυσιν
μου,
καίτοι
τῶν
ἔργων
ἀπὸ
καταβολῆς
κόσμου
γενηθέντων.
4:4
εἴρηκεν
γάρ
που
περὶ
τῆς
ἑβδόμης
οὕτως·
καὶ
κατέπαυσεν
ὁ
θεὸς
ἐν
τῇ
ἡμέρᾳ
τῇ
ἑβδόμῃ
ἀπὸ
πάντων
τῶν
ἔργων
αὐτοῦ,
4:5
καὶ
ἐν
τούτῳ
πάλιν·
Εἰ
εἰσελεύσονται
εἰς
τὴν
κατάπαυσιν
μου.
4:6
ἐπεὶ
οὖν
ἀπολείπεται
τινὰς
εἰσελθεῖν
εἰς
αὐτήν
καὶ
οἱ
πρότερον
εὐαγγελισθέντες
οὐκ
εἰσῆλθον
δι'
ἀπείθειαν,
4:7
πάλιν
τινὰ
ὁρίζει
ἡμέραν,
Σήμερον,
ἐν
Δαυὶδ
λέγων
μετὰ
τοσοῦτον
χρόνον,
καθὼς
προείρηται,
Σήμερον
ἐὰν
τῆς
φωνῆς
αὐτοῦ
ἀκούσητε
μὴ
σκληρύνητε
τὰς
καρδίας
ὑμῶν.
4:8
εἰ
γὰρ
αὐτοὺς
Ἰησοῦς
κατέπαυσεν,
οὐκ
ἂν
περὶ
ἄλλης
ἐλάλει
μετὰ
ταῦτα
ἡμέρας.
4:9
ἄρα
ἀπολείπεται
σαββατισμὸς
τῷ
λαῷ
τοῦ
θεοῦ.
4:10
ὁ
γὰρ
εἰσελθὼν
εἰς
τὴν
κατάπαυσιν
αὐτοῦ
καὶ
αὐτὸς
κατέπαυσεν
ἀπὸ
τῶν
ἔργων
αὐτοῦ
ὥσπερ
ἀπὸ
τῶν
ἰδίων
ὁ
θεός.
4:11
σπουδάσωμεν
οὖν
εἰσελθεῖν
εἰς
ἐκείνην
τὴν
κατάπαυσιν,
ἵνα
μὴ
ἐν
τῷ
αὐτῷ
τις
ὑποδείγματι
πέσῃ
τῆς
ἀπειθείας.
4:12
Ζῶν
γὰρ
ὁ
λόγος
τοῦ
θεοῦ
καὶ
ἐνεργὴς
καὶ
τομώτερος
ὑπὲρ
πᾶσαν
μάχαιραν
δίστομον
καὶ
διϊκνούμενος
ἀχρὶ
μερισμοῦ
ψυχῆς
καὶ
πνεύματος,
ἁρμῶν
τε
καὶ
μυελῶν,
καὶ
κριτικὸς
ἐνθυμήσεων
καὶ
ἐννοιῶν
καρδίας·
4:13
καὶ
οὐκ
ἔστιν
κτίσις
ἀφανὴς
ἐνώπιον
αὐτοῦ,
πάντα
δὲ
γυμνὰ
καὶ
τετραχηλισμένα
τοῖς
ὀφθαλμοῖς
αὐτοῦ,
πρὸς
ὃν
ἡμῖν
ὁ
λόγος.
4:14
Ἔχοντες
οὖν
ἀρχιερέα
μέγαν
διεληλυθότα
τοὺς
οὐρανούς,
Ἰησοῦν
τὸν
υἱὸν
τοῦ
θεοῦ,
κρατῶμεν
τῆς
ὁμολογίας.
4:15
οὐ
γὰρ
ἔχομεν
ἀρχιερέα
μὴ
δυνάμενον
συμπαθῆσαι
ταῖς
ἀσθενείαις
ἡμῶν,
πεπειρασμένον
δὲ
κατὰ
πάντα
καθ'
ὁμοιότητα
χωρὶς
ἁμαρτίας.
4:16
προσερχώμεθα
οὖν
μετὰ
παρρησίας
τῷ
θρόνῳ
τῆς
χάριτος,
ἵνα
λάβωμεν
ἔλεος
καὶ
χάριν
εὕρωμεν
εἰς
εὔκαιρον
βοήθειαν.
Westcott-Hort Greek NT
- Public Domain