Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Romans 3

3:1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου τίς ὠφέλεια τῆς περιτομῆς;. 3:2 πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν [γὰρ] ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. 3:3 τί γὰρ; εἰ ἠπίστησαν τινες, μὴ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;. 3:4 μὴ γένοιτο γινέσθω δὲ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης καθάπερ γἐγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαι σε. 3:5 εἰ δὲ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος θεὸς ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. 3:6 μὴ γένοιτο ἐπεὶ πῶς κρινεῖ θεὸς τὸν κόσμον;. 3:7 εἰ δὲ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι καγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;. 3:8 καὶ μὴ καθὼς βλασφημούμεθα [καὶ] καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικον ἐστιν. 3:9 Τί οὖν προεχόμεθα; οὐ πάντως· προητιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι, 3:10 καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, 3:11 οὐκ ἔστιν συνίων, οὐκ ἔστιν ἐκζητῶν τὸν θεόν. 3:12 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 3:13 τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· 3:14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, 3:15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, 3:16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 3:17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. 3:18 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. 3:19 οἴδαμεν δὲ ὅτι ὅσα νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς κόσμος τῷ θεῷ· 3:20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. 3:21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 3:22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως [Ἰησοῦ] Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. οὐ γάρ ἐστιν διαστολή, 3:23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ. 3:24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 3:25 ὃν προέθετο θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων. 3:26 ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. 3:27 Ποῦ οὖν καύχησις; ἐξεκλείσθη διὰ ποίου νόμου τῶν ἔργων οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 3:28 λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου. 3:29 Ἰουδαίων θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, 3:30 εἴπερ εἷς θεος ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 3:31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο· ἀλλὰ νόμον ἱστάνομεν.


Westcott-Hort Greek NT - Public Domain