Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἱερέως
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἐκάλεσεν φαραω τὸ ὄνομα ιωσηφ ψονθομφανηχ καὶ ἔδωκεν αὐτῷ τὴν ασεννεθ θυγατέρα πετεφρη ἱερέως ἡλίου πόλεως αὐτῷ γυναῖκα

καὶ μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα ιοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος χωρηβ

καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται

λαβὲ τὴν φυλὴν λευι καὶ στήσεις αὐτοὺς ἐναντίον ααρων τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ

καὶ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου τοῦ κριτοῦ ὃς ἂν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀποθανεῖται ἄνθρωπος ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ισραηλ

καὶ ἔστησαν ἐναντίον ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι θεὸς ἐνετείλατο διὰ χειρὸς μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν

καὶ ἠγαθύνθη καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ

καὶ οἱ υἱοὶ ηλι τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον

καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ ιωαβ τοῦ υἱοῦ σαρουιας καὶ μετὰ αβιαθαρ τοῦ ἱερέως καὶ ἐβοήθουν ὀπίσω αδωνιου

καὶ ἡμέραι πολλαὶ τῷ ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ

υἱοῦ αβισουε υἱοῦ φινεες υἱοῦ ελεαζαρ υἱοῦ ααρων τοῦ ἱερέως τοῦ πρώτου

μετ' αὐτὸν ἐκράτησεν βαρουχ υἱὸς ζαβου μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας βηθελισουβ τοῦ ἱερέως τοῦ μεγάλου

ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ

οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπ' ἀγγελίαν ἔσται καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων

καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα ζοροβαβελ τοῦ σαλαθιηλ ἐκ φυλῆς ιουδα καὶ τὸ πνεῦμα ἰησοῦ τοῦ ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος θεοῦ αὐτῶν

καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν ἰησοῦ τοῦ ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου

ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν