Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



καὶ ἔστησαν ἐναντίον ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι θεὸς ἐνετείλατο διὰ χειρὸς μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν

καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τῇ νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ ωβηδ οὗτος πατὴρ ιεσσαι πατρὸς δαυιδ

καὶ εἶπαν οἱ παῖδες αγχους πρὸς αὐτόν οὐχὶ οὗτος δαυιδ βασιλεὺς τῆς γῆς οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι ἐπάταξεν σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ δαυιδ ἐν μυριάσιν αὐτοῦ

καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν

οὕτως εἶπεν κύριος θεὸς ισραηλ ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήσαμεν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε

ἀκούσατε τὸν λόγον τοῦτον δαμάλεις τῆς βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν ἐπίδοτε ἡμῖν ὅπως πίωμεν