Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
βααλ
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν βαλακ τὸν βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ

ἕως εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ μισωρ καὶ δαιβων καὶ βαμωθβααλ καὶ οἴκου βεελμων

καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ βααλ καὶ ταῖς ἀστάρταις

καὶ ἀπέστειλεν κύριος τὸν ιεροβααλ καὶ τὸν βαρακ καὶ τὸν ιεφθαε καὶ τὸν σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν καὶ κατῳκεῖτε πεποιθότες

τίς ἐπάταξεν τὸν αβιμελεχ υἱὸν ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος καὶ ἐρεῖς καί γε ουριας δοῦλός σου χετταῖος ἀπέθανεν

καὶ προσήγαγεν ηλιου πρὸς πάντας καὶ εἶπεν αὐτοῖς ηλιου ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη λαὸς λόγον

καὶ ἔπεσεν οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι' αὐτοῦ

καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως βααλ αὕτη κατάσχεσις αὐτῶν καὶ καταλοχισμὸς αὐτῶν

καὶ εἰσῆλθεν πᾶς λαὸς τῆς γῆς εἰς οἶκον βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν ματθαν ἱερέα τῆς βααλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ

οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν

καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων σαλαμαν ἐκ τοῦ οἴκου ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν

καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων