Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἄρχων
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ εἶδεν αὐτὴν συχεμ υἱὸς εμμωρ χορραῖος ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ' αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν

ἐὰν δὲ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ

καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ' ἀνατολὰς τάγμα παρεμβολῆς ιουδα σὺν δυνάμει αὐτῶν καὶ ἄρχων τῶν υἱῶν ιουδα ναασσων υἱὸς αμιναδαβ

καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς ισραηλ

ἄρχων ἀπὸ ὄρους αερμων καὶ ἀπὸ σελχα καὶ πᾶσαν τὴν βασαν ἕως ὁρίων γεσουρι καὶ τὴν μαχατι καὶ τὸ ἥμισυ γαλααδ ὁρίων σηων βασιλέως εσεβων

καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ ιαβιν βασιλέως χανααν ὃς ἐβασίλευσεν ἐν ασωρ καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ σισαρα καὶ αὐτὸς κατῴκει ἐν αρισωθ τῶν ἐθνῶν

καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου

ὄρη τὰ ἐν γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ' ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ

καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων αἰγύπτου

καὶ ναιμαν ἄρχων τῆς δυνάμεως συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν συρίᾳ καὶ ἀνὴρ ἦν δυνατὸς ἰσχύι λελεπρωμένος

υἱὸς αὐτοῦ μιχα υἱὸς αὐτοῦ ρηχα υἱὸς αὐτοῦ βααλ υἱὸς αὐτοῦ βεηρα ὃν μετῴκισεν θαγλαθφαλνασαρ βασιλεὺς ασσουρ οὗτος ἄρχων τῶν ρουβην

καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν τῷ ιουδα χιλίαρχοι εδνας ἄρχων καὶ μετ' αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες

καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ραφαια ἄρχων ἡμίσους περιχώρου ιερουσαλημ

ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν

ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν ἄρχων λαῶν καὶ ἀφῆκεν αὐτόν

παροικήσουσίν σοι οἱ φυγάδες μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη συμμαχία σου καὶ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς

γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου δαυιδ ἄρχων ἔτι ἐν τῷ ιουδα

ἄρχων ἐνδύσεται ἀφανισμόν καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς καὶ γνώσονται ὅτι ἐγὼ κύριος

καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων σαλαμαν ἐκ τοῦ οἴκου ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν

ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν ἄρχων αἰτεῖ καὶ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν καὶ ἐξελοῦμαι

Ταύτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων [εἰς] προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρα σου ἐπ' αὐτὴν καὶ ζήσεται.

καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ὄνομα Ἰάϊρος καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας Ιησοῦ παρεκάλει αὐτὸν εἰσέλθειν εἰς τὸν οἶκον αὐτοῦ,

Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·

προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκω ὤμοσεν αὐτῷ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπί τὸν θρόνον αὐτοῦ,

ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.

καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.

ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,

καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, μάρτυς, πίστος, πρωτότοκος τῶν νεκρῶν καὶ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν [ἡμῶν] ἐν τῷ αἷματι αὐτοῦ,