Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
γῆς
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



εἶπεν δὲ ρεβεκκα πρὸς ισαακ προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν χετ εἰ λήμψεται ιακωβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης ἵνα τί μοι ζῆν

εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν

ἐὰν δὲ πᾶσα συναγωγὴ ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν

καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου λέγων

καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον ἀγαθὴ γῆ ἣν κύριος θεὸς ἡμῶν δίδωσιν ἡμῖν

ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν ὅτε ἐξεπορεύεσθε ἐκ γῆς αἰγύπτου καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου τῷ σηων καὶ ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς

καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον

καὶ ἀνέβη ἄνθρωπος ελκανα καὶ πᾶς οἶκος αὐτοῦ θῦσαι ἐν σηλωμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ

καὶ εἶπεν δαυιδ ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου ἐὰν μὴ ἀγάγῃς τὴν μελχολ θυγατέρα σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου

καὶ ἐθυσίασεν αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ ζωελεθ ὃς ἦν ἐχόμενα τῆς πηγῆς ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς ιουδα παῖδας τοῦ βασιλέως

καὶ συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς ναιμαν

καὶ ἀπέθανεν ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ασομ ἐκ τῆς γῆς θαιμανων

ἐν τῷ περιχώρῳ τοῦ ιορδάνου ἐχώνευσεν αὐτὰ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ σοκχωθ καὶ ἀνὰ μέσον σιρδαθα

οὕτως εἶπεν κῦρος βασιλεὺς περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ' ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ιερουσαλημ τῇ ἐν τῇ ιουδαίᾳ

καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει ιερουσαλημ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί

ἔγραψεν δὲ βασιλεὺς τέλη ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης

καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοῶν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς καὶ ἦν ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν

παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ διάψαλμα

χρηστοὶ ἔσονται οἰκήτορες γῆς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ

μὴ σπεῦδε ἐπὶ στόματί σου καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ ὅτι θεὸς ἐν τῷ οὐρανῷ καὶ σὺ ἐπὶ τῆς γῆς ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι

καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε

διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις ιουδα

οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου ἐγενήθη φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ

καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσιν

πείρασον δὴ τοὺς παῖδάς σου ἐφ' ἡμέρας δέκα καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς ὥστε κάπτειν καὶ ὑδροποτεῖν

καὶ συναχθήσονται οἱ υἱοὶ ιουδα καὶ οἱ υἱοὶ ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς ὅτι μεγάλη ἡμέρα τοῦ ιεζραελ

καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ

τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νεῖκος

καὶ εἶπεν ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου

καὶ ἐξολεθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου

ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ θυμὸς αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ

διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ' ὑμᾶς τοὺς χαλδαίους τοὺς μαχητάς τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ

ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς λέγει κύριος

καὶ νῦν κατίσχυε ζοροβαβελ λέγει κύριος καὶ κατίσχυε ἰησοῦ τοῦ ιωσεδεκ ἱερεὺς μέγας καὶ κατισχυέτω πᾶς λαὸς τῆς γῆς λέγει κύριος καὶ ποιεῖτε διότι μεθ' ὑμῶν ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ

φεύγετε ἀπὸ γῆς βορρᾶ λέγει κύριος διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς λέγει κύριος

καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἄμπελος ἐν τῷ ἀγρῷ λέγει κύριος παντοκράτωρ

καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·

Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;.

δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.

ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστιν·

καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

κατὰ δὲ τὴν σκληρότητα σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.

καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,

εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ.

ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἄρχαι εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·

καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ [τῶν] νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν.

Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.

ὅπως κοινωνία τῆς πίστεως σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ [τοῦ] ἐν ἡμῖν εἰς Χριστόν.

Ζῶν γὰρ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἀχρὶ μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·

ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς,

Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα ὅτι κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,

ἰδοὺ δίδω ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται. ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησα σε.