Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



καὶ εἶπεν ἐστερεώθη καρδία μου ἐν κυρίῳ ὑψώθη κέρας μου ἐν θεῷ μου ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου εὐφράνθην ἐν σωτηρίᾳ σου

θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με

καὶ ἔλαβεν σαδωκ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν πᾶς λαός ζήτω βασιλεὺς σαλωμων

πάντες οὗτοι υἱοὶ τῷ αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν θεὸς τῷ αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς

κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ' αὐτόν ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου

κατεάχθη κέρας μωαβ καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη

συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν ιακωβ ὡς πῦρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλῳ

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

καὶ βουλαὶ πολλαὶ ἐν τοῖς κέρασιν αὐτοῦ καὶ ἰδοὺ ἄλλο ἓν κέρας ἀνεφύη ἀνὰ μέσον αὐτῶν μικρὸν ἐν τοῖς κέρασιν αὐτοῦ καὶ τρία τῶν κεράτων τῶν πρώτων ἐξηράνθησαν δι' αὐτοῦ καὶ ἰδοὺ ὀφθαλμοὶ ὥσπερ ὀφθαλμοὶ ἀνθρώπινοι ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους

καὶ εἶπα τί οὗτοι ἔρχονται ποιῆσαι καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ιουδαν καὶ τὸν ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν