Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
πρός
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ εἶπεν αὐτοῖς ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ' ὑμῶν

καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν ισραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ αἰγύπτιοι θλίβουσιν αὐτούς

ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανεῖ αὐτὸν ἱερεύς ἐν τῇ κεφαλῇ αὐτοῦ ἁφὴ αὐτοῦ

καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἐὰν λαλήσῃ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες μωαβ παρὰ βαλααμ

καὶ εἶπεν κύριος πρός με εἰπὸν αὐτοῖς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ' ὑμῶν καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν

καὶ λαβοῦσα γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες

καὶ ἐξῆλθεν ιαηλ εἰς συνάντησιν σισαρα καὶ εἶπεν αὐτῷ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβοῦ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ

καὶ εἶπεν ρουθ πρὸς τὴν πενθερὰν αὐτῆς καί γε ὅτι εἶπεν πρός με μετὰ τῶν παιδαρίων μου προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν ὃς ὑπάρχει μοι

ὡς καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με

καὶ εἶπεν πρός με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ψυχή μου ἐν ἐμοί

καὶ ἀπέστειλεν πρὸς σαλωμων λέγων ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρός με ἐγὼ ποιήσω πᾶν θέλημά σου ξύλα κέδρινα καὶ πεύκινα

ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς ἐγγίσατε ἔτι πρός με σκεῦος καὶ εἶπον αὐτῇ οὐκ ἔστιν ἔτι σκεῦος καὶ ἔστη τὸ ἔλαιον

καὶ δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ' ἑαυτὴν ἐφ' ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο

καὶ εἶπεν αὐτοῖς πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με καὶ ἀπῆλθεν λαός

καὶ ὡς ἐτελέσθη ταῦτα ἤγγισαν πρός με οἱ ἄρχοντες λέγοντες οὐκ ἐχωρίσθη λαὸς ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν τῷ χανανι εθι φερεζι ιεβουσι αμμωνι μωαβι μοσερι καὶ αμορι

καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί

κατέβαλόν με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι

διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἶπεν πρός με υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε

ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν

καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον καὶ μεγάλη ἐστὶν πρός με

ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμῶν αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου στῆθι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ

καὶ εἶπεν πρός με μὴ φοβοῦ δανιηλ ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου εἰσηκούσθη τὸ ῥῆμά σου καὶ ἐγὼ εἰσῆλθον ἐν τῷ ῥήματί σου

καὶ εἶπεν κύριος πρός με ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν καθὼς ἀγαπᾷ θεὸς τοὺς υἱοὺς ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων

θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν

καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος

ἀνάστηθι καὶ πορεύθητι εἰς νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ ὅτι ἀνέβη κραυγὴ τῆς κακίας αὐτῆς πρός με

καὶ ὄψεται ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην λέγουσα πρός με ποῦ κύριος θεός σου οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς

καὶ ἀπεκρίθη πρός με κύριος καὶ εἶπεν γράψον ὅρασιν καὶ σαφῶς ἐπὶ πυξίον ὅπως διώκῃ ἀναγινώσκων αὐτά

ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος

καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος παντοκράτωρ ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος

ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν