Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐτελεύτησεν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἐτελεύτησεν ιωσηφ ἐτῶν ἑκατὸν δέκα καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν αἰγύπτῳ

ἐτελεύτησεν δὲ ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα γενεὰ ἐκείνη

καὶ ἐτελεύτησεν ναδαβ καὶ αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ σινα καὶ παιδία οὐκ ἦν αὐτοῖς καὶ ἱεράτευσεν ελεαζαρ καὶ ιθαμαρ μετ' ααρων τοῦ πατρὸς αὐτῶν

καὶ ἐτελεύτησεν μωυσῆς οἰκέτης κυρίου ἐν γῇ μωαβ διὰ ῥήματος κυρίου

καὶ ἐγένετο μετὰ ταῦτα καὶ ελεαζαρ υἱὸς ααρων ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν γαβααθ φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ εφραιμ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς καὶ φινεες ἱεράτευσεν ἀντὶ ελεαζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν γαβααθ τῇ ἑαυτοῦ οἱ δὲ υἱοὶ ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν καὶ ἐσέβοντο οἱ υἱοὶ ισραηλ τὴν ἀστάρτην καὶ ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας εγλωμ τῷ βασιλεῖ μωαβ καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ

καὶ ἐτελεύτησεν ἰησοῦς υἱὸς ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν

καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ καὶ ἐβασίλευσεν σαλωμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ

καὶ ἐκοιμήθη ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ

καὶ ἐτελεύτησεν ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν κύριος ἀνίστησιν οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς ιδουμαίας καὶ ἀραβίας προϋπῆρχεν δὲ αὐτῷ ὄνομα ιωβαβ λαβὼν δὲ γυναῖκα ἀράβισσαν γεννᾷ υἱόν ὄνομα εννων ἦν δὲ αὐτὸς πατρὸς μὲν ζαρε τῶν ησαυ υἱῶν υἱός μητρὸς δὲ βοσορρας ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ αβρααμ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν εδωμ ἧς καὶ αὐτὸς ἦρξεν χώρας πρῶτος βαλακ τοῦ βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ δενναβα μετὰ δὲ βαλακ ιωβαβ καλούμενος ιωβ μετὰ δὲ τοῦτον ασομ ὑπάρχων ἡγεμὼν ἐκ τῆς θαιμανίτιδος χώρας μετὰ δὲ τοῦτον αδαδ υἱὸς βαραδ ἐκκόψας μαδιαμ ἐν τῷ πεδίῳ μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ γεθθαιμ οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι ελιφας τῶν ησαυ υἱῶν θαιμανων βασιλεύς βαλδαδ σαυχαίων τύραννος σωφαρ μιναίων βασιλεύς