Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐγένετο
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἐγένετο δὲ ἡνίκα ἤκουσεν ησαυ τὰ ῥήματα ισαακ τοῦ πατρὸς αὐτοῦ ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν εὐλόγησον δὴ κἀμέ πάτερ

ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος μωυσῆς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον αἰγύπτιον τύπτοντά τινα εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν ισραηλ

καὶ λαβὼν μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως καὶ ἐγένετο μωυσῇ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ

καὶ ἐγένετο πᾶσα ἐπίσκεψις υἱῶν ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος παρατάξασθαι ἐν ισραηλ

ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο φωνὴ αὐτοῦ παιδεῦσαί σε καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός

καὶ ἐγένετο μετὰ τὴν τελευτὴν μωυσῆ εἶπεν κύριος τῷ ἰησοῖ υἱῷ ναυη τῷ ὑπουργῷ μωυσῆ λέγων

καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς

καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ βαιθλεεμ τῆς ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ μωαβ αὐτὸς καὶ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ

καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν

καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν σαουλ καὶ δαυιδ ἀνέστρεψεν τύπτων τὸν αμαληκ καὶ ἐκάθισεν δαυιδ ἐν σεκελακ ἡμέρας δύο

καὶ ἐγένετο ἐν τῷ συντελέσαι σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη τότε ἐξεκκλησίασεν βασιλεὺς σαλωμων πάντας τοὺς πρεσβυτέρους ισραηλ ἐν σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως δαυιδ αὕτη ἐστὶν σιων

καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη ηλιου καὶ ελισαιε ἐκ γαλγαλων

καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς ααρων τῇ πατριᾷ τοῦ κααθι ὅτι αὐτοῖς ἐγένετο κλῆρος

καὶ εἶπεν θεὸς πρὸς σαλωμων ἀνθ' ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ' ὃν ἐβασίλευσά σε ἐπ' αὐτόν

λόγοι νεεμια υἱοῦ αχαλια καὶ ἐγένετο ἐν μηνὶ χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν σουσαν αβιρα

καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις ἀρταξέρξου οὗτος ἀρταξέρξης ἀπὸ τῆς ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν

καὶ ὡς ἐγένετο ἡμέρα αὕτη καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ διάβολος ἦλθεν μετ' αὐτῶν

καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει

ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον

καὶ πᾶν ᾔτησαν οἱ ὀφθαλμοί μου οὐχ ὑφεῖλον ἀπ' αὐτῶν οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου

πῶς ἐγένετο πόρνη πόλις πιστὴ σιων πλήρης κρίσεως ἐν δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ νῦν δὲ φονευταί

τὸ ῥῆμα τοῦ θεοῦ ἐγένετο ἐπὶ ιερεμιαν τὸν τοῦ χελκιου ἐκ τῶν ἱερέων ὃς κατῴκει ἐν αναθωθ ἐν γῇ βενιαμιν

καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισθῆναι τὸν ισραηλ καὶ ιερουσαλημ ἐρημωθῆναι ἐκάθισεν ιερεμιας κλαίων καὶ ἐθρήνησεν τὸν θρῆνον τοῦτον ἐπὶ ιερουσαλημ καὶ εἶπεν πῶς ἐκάθισεν μόνη πόλις πεπληθυμμένη λαῶν ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον

καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ χοβαρ καὶ ἠνοίχθησαν οἱ οὐρανοί καὶ εἶδον ὁράσεις θεοῦ

καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ καὶ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ

εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ταῖς φυλαῖς τοῦ ισραηλ ἔδειξα πιστά

καὶ ἐγένετο λόγος κυρίου πρὸς ιωναν τὸν τοῦ αμαθι λέγων

καὶ ἐγένετο λόγος κυρίου πρὸς μιχαιαν τὸν τοῦ μωρασθι ἐν ἡμέραις ιωαθαμ καὶ αχαζ καὶ εζεκιου βασιλέων ιουδα ὑπὲρ ὧν εἶδεν περὶ σαμαρείας καὶ περὶ ιερουσαλημ

ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ αγγαιου τοῦ προφήτου λέγων εἰπὸν δὴ πρὸς ζοροβαβελ τὸν τοῦ σαλαθιηλ ἐκ φυλῆς ιουδα καὶ πρὸς ἰησοῦν τὸν τοῦ ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων

ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου πρὸς ζαχαριαν τὸν τοῦ βαραχιου υἱὸν αδδω τὸν προφήτην λέγων

ἐγκατελείφθη ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ ισραηλ καὶ ἐν ιερουσαλημ διότι ἐβεβήλωσεν ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους