Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἑτέρα
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἑτέρα ἐκ τῆς ἑτέρας καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ

καὶ ἐροῦσιν γενεὰ ἑτέρα οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ' ὑμᾶς καὶ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν κύριος ἐπ' αὐτήν

καί γε πᾶσα γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ἐποίησεν ἐν τῷ ισραηλ

καὶ εἶπεν ἱερεύς ἰδοὺ ῥομφαία γολιαθ τοῦ ἀλλοφύλου ὃν ἐπάταξας ἐν τῇ κοιλάδι ηλα καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ εἰ ταύτην λήμψῃ σεαυτῷ λαβέ ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα καὶ εἶπεν δαυιδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή δός μοι αὐτήν

καὶ ἦν γυνὴ ἑτέρα τῷ ιερεμεηλ καὶ ὄνομα αὐτῇ αταρα αὕτη ἐστὶν μήτηρ οζομ

καὶ αἱ πτέρυγες τῶν χερουβιν τὸ μῆκος πήχεων εἴκοσι καὶ πτέρυξ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου καὶ πτέρυξ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου

ὅπως ἂν γνῷ γενεὰ ἑτέρα υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν

τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ὅταν ἔρχηται ὑμῖν ὄλεθρος

ἀριθμῷ παρῆλθον καὶ μία αὐτῶν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς

καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν