Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
δύο
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ καὶ ἐπιλάθηται πεποίηκας αὐτῷ καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ

ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι διὰ τί σὺ τύπτεις τὸν πλησίον

καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ

ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι

καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου ἀπὸ τοῦ χειμάρρου αρνων καὶ ἕως αερμων

καὶ ἀπέστειλεν ἰησοῦς υἱὸς ναυη ἐκ σαττιν δύο νεανίσκους κατασκοπεῦσαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ὄνομα ρααβ καὶ κατέλυσαν ἐκεῖ

καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν

καὶ ἀπέθανεν αβιμελεχ ἀνὴρ τῆς νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς

καὶ τούτῳ δύο γυναῖκες ὄνομα τῇ μιᾷ αννα καὶ ὄνομα τῇ δευτέρᾳ φεννανα καὶ ἦν τῇ φεννανα παιδία καὶ τῇ αννα οὐκ ἦν παιδίον

τεσσαράκοντα ἐτῶν ιεβοσθε υἱὸς σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου ιουδα οἳ ἦσαν ὀπίσω δαυιδ

καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν λίβανον δέκα χιλιάδες ἐν τῷ μηνί ἀλλασσόμενοι μῆνα ἦσαν ἐν τῷ λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν καὶ αδωνιραμ ἐπὶ τοῦ φόρου

ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν καὶ νῦν ἐντιμωθήτω δὴ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου

καὶ τῷ σαουρ πατρὶ θεκωε ἦσαν δύο γυναῖκες αωδα καὶ θοαδα

καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ

ἀλλὰ λαὸς πολύς καὶ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ

καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας

οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα ὅταν ἀναπληρώσῃ μῆνας δέκα δύο οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν

ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ ιωβ εἶπεν κύριος ελιφας τῷ θαιμανίτῃ ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ θεράπων μου ιωβ

ἅπαξ ἐλάλησεν θεός δύο ταῦτα ἤκουσα

δύο αἰτοῦμαι παρὰ σοῦ μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με

καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον

δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις

καὶ ἐρεῖς αὐτῷ φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ μηδὲ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται πάλιν ἰάσομαι καὶ υἱὸς τοῦ αραμ καὶ υἱὸς τοῦ ρομελιου ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες

ὅτι δύο πονηρὰ ἐποίησεν λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν

καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν

ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ καὶ δανιηλ ἦν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι δαρείου τοῦ βασιλέως καθότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως αἷς ἔπρασσε τότε βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας οὓς κατέστησε μετ' αὐτοῦ καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά

ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ

λόγοι αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ θεκουε οὓς εἶδεν ὑπὲρ ιερουσαλημ ἐν ἡμέραις οζιου βασιλέως ιουδα καὶ ἐν ἡμέραις ιεροβοαμ τοῦ ιωας βασιλέως ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ

κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ

ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί