Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Isaiah 24

24:1 ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ 24:2 καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει 24:3 φθορᾷ φθαρήσεται ἡ γῆ καὶ προνομῇ προνομευθήσεται ἡ γῆ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα 24:4 ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς 24:5 ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον 24:6 διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι 24:7 πενθήσει οἶνος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν 24:8 πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν πέπαυται φωνὴ κιθάρας 24:9 ᾐσχύνθησαν οὐκ ἔπιον οἶνον πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν 24:10 ἠρημώθη πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν 24:11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς 24:12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται 24:13 ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν οὕτως καλαμήσονται αὐτούς καὶ ἐὰν παύσηται ὁ τρύγητος 24:14 οὗτοι φωνῇ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης 24:15 διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται κύριε ὁ θεὸς ισραηλ 24:16 ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ἐλπὶς τῷ εὐσεβεῖ καὶ ἐροῦσιν οὐαὶ τοῖς ἀθετοῦσιν οἱ ἀθετοῦντες τὸν νόμον 24:17 φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς 24:18 καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς 24:19 ταραχῇ ταραχθήσεται ἡ γῆ καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ 24:20 ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ ὡς ὁ μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι κατίσχυσεν γὰρ ἐπ' αὐτῆς ἡ ἀνομία 24:21 καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς 24:22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν 24:23 καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος ὅτι βασιλεύσει κύριος ἐν σιων καὶ ἐν ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται


Septuagint - Public Domain