Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Jeremiah 39

39:1 (46:1) καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ σεδεκια βασιλέως ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν 39:2 (46:2) καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη πόλις 39:3 (46:3) καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ ναργαλασαρ καὶ σαμαγωθ καὶ ναβουσαχαρ καὶ ναβουσαρις καὶ ναγαργασνασερ ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως βαβυλῶνος 39:4 - - - 39:5 - - - 39:6 - - - 39:7 - - - 39:8 - - - 39:9 - - - 39:10 - - - 39:11 - - - 39:12 - - - 39:13 - - - 39:14 (46:14) καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν γοδολιαν υἱὸν αχικαμ υἱοῦ σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ 39:15 (46:15) καὶ πρὸς ιερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 39:16 (46:16) πορεύου καὶ εἰπὸν πρὸς αβδεμελεχ τὸν αἰθίοπα οὕτως εἶπεν κύριος θεὸς ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά 39:17 (46:17) καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν 39:18 (46:18) ὅτι σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ' ἐμοί φησὶν κύριος


Septuagint - Public Domain