Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Job 40

40:1 καὶ ἀπεκρίθη κύριος θεὸς τῷ ιωβ καὶ εἶπεν 40:2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν 40:3 ὑπολαβὼν δὲ ιωβ λέγει τῷ κυρίῳ 40:4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου 40:5 ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω 40:6 ἔτι δὲ ὑπολαβὼν κύριος εἶπεν τῷ ιωβ ἐκ τοῦ νέφους 40:7 μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι 40:8 μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἵνα ἀναφανῇς δίκαιος 40:9 βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου φωνῇ κατ' αὐτὸν βροντᾷς 40:10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι 40:11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον 40:12 ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα 40:13 κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον 40:14 ὁμολογήσω ἄρα ὅτι δύναται δεξιά σου σῶσαι 40:15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει 40:16 ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ' ὀσφύι δὲ δύναμις ἐπ' ὀμφαλοῦ γαστρός 40:17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται 40:18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός 40:19 τοῦτ' ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ 40:20 ἐπελθὼν δὲ ἐπ' ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ 40:21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον 40:22 σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου 40:23 ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ιορδάνης εἰς τὸ στόμα αὐτοῦ 40:24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα


Septuagint - Public Domain