Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Zechariah 1
Job 36
Definition שַׁאֲלִי
Hebrews 7
Job 6
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Zechariah 1
Commentary
Submitted Translations
Papers/Articles
1:1
ἐν
τῷ
ὀγδόῳ
μηνὶ
ἔτους
δευτέρου
ἐπὶ
δαρείου
ἐγένετο
λόγος
κυρίου
πρὸς
ζαχαριαν
τὸν
τοῦ
βαραχιου
υἱὸν
αδδω
τὸν
προφήτην
λέγων
1:2
ὠργίσθη
κύριος
ἐπὶ
τοὺς
πατέρας
ὑμῶν
ὀργὴν
μεγάλην
1:3
καὶ
ἐρεῖς
πρὸς
αὐτούς
τάδε
λέγει
κύριος
παντοκράτωρ
ἐπιστρέψατε
πρός
με
καὶ
ἐπιστραφήσομαι
πρὸς
ὑμᾶς
λέγει
κύριος
1:4
καὶ
μὴ
γίνεσθε
καθὼς
οἱ
πατέρες
ὑμῶν
οἷς
ἐνεκάλεσαν
αὐτοῖς
οἱ
προφῆται
οἱ
ἔμπροσθεν
λέγοντες
τάδε
λέγει
κύριος
παντοκράτωρ
ἀποστρέψατε
ἀπὸ
τῶν
ὁδῶν
ὑμῶν
τῶν
πονηρῶν
καὶ
ἀπὸ
τῶν
ἐπιτηδευμάτων
ὑμῶν
τῶν
πονηρῶν
καὶ
οὐ
προσέσχον
τοῦ
εἰσακοῦσαί
μου
λέγει
κύριος
1:5
οἱ
πατέρες
ὑμῶν
ποῦ
εἰσιν
καὶ
οἱ
προφῆται
μὴ
τὸν
αἰῶνα
ζήσονται
1:6
πλὴν
τοὺς
λόγους
μου
καὶ
τὰ
νόμιμά
μου
δέχεσθε
ὅσα
ἐγὼ
ἐντέλλομαι
ἐν
πνεύματί
μου
τοῖς
δούλοις
μου
τοῖς
προφήταις
οἳ
κατελάβοσαν
τοὺς
πατέρας
ὑμῶν
καὶ
ἀπεκρίθησαν
καὶ
εἶπαν
καθὼς
παρατέτακται
κύριος
παντοκράτωρ
τοῦ
ποιῆσαι
κατὰ
τὰς
ὁδοὺς
ὑμῶν
καὶ
κατὰ
τὰ
ἐπιτηδεύματα
ὑμῶν
οὕτως
ἐποίησεν
ὑμῖν
1:7
τῇ
τετράδι
καὶ
εἰκάδι
τῷ
ἑνδεκάτῳ
μηνί
οὗτός
ἐστιν
ὁ
μὴν
σαβατ
ἐν
τῷ
δευτέρῳ
ἔτει
ἐπὶ
δαρείου
ἐγένετο
λόγος
κυρίου
πρὸς
ζαχαριαν
τὸν
τοῦ
βαραχιου
υἱὸν
αδδω
τὸν
προφήτην
λέγων
1:8
ἑώρακα
τὴν
νύκτα
καὶ
ἰδοὺ
ἀνὴρ
ἐπιβεβηκὼς
ἐπὶ
ἵππον
πυρρόν
καὶ
οὗτος
εἱστήκει
ἀνὰ
μέσον
τῶν
δύο
ὀρέων
τῶν
κατασκίων
καὶ
ὀπίσω
αὐτοῦ
ἵπποι
πυρροὶ
καὶ
ψαροὶ
καὶ
ποικίλοι
καὶ
λευκοί
1:9
καὶ
εἶπα
τί
οὗτοι
κύριε
καὶ
εἶπεν
πρός
με
ὁ
ἄγγελος
ὁ
λαλῶν
ἐν
ἐμοί
ἐγὼ
δείξω
σοι
τί
ἐστιν
ταῦτα
1:10
καὶ
ἀπεκρίθη
ὁ
ἀνὴρ
ὁ
ἐφεστηκὼς
ἀνὰ
μέσον
τῶν
ὀρέων
καὶ
εἶπεν
πρός
με
οὗτοί
εἰσιν
οὓς
ἐξαπέσταλκεν
κύριος
τοῦ
περιοδεῦσαι
τὴν
γῆν
1:11
καὶ
ἀπεκρίθησαν
τῷ
ἀγγέλῳ
κυρίου
τῷ
ἐφεστῶτι
ἀνὰ
μέσον
τῶν
ὀρέων
καὶ
εἶπον
περιωδεύκαμεν
πᾶσαν
τὴν
γῆν
καὶ
ἰδοὺ
πᾶσα
ἡ
γῆ
κατοικεῖται
καὶ
ἡσυχάζει
1:12
καὶ
ἀπεκρίθη
ὁ
ἄγγελος
κυρίου
καὶ
εἶπεν
κύριε
παντοκράτωρ
ἕως
τίνος
οὐ
μὴ
ἐλεήσῃς
τὴν
ιερουσαλημ
καὶ
τὰς
πόλεις
ιουδα
ἃς
ὑπερεῖδες
τοῦτο
ἑβδομηκοστὸν
ἔτος
1:13
καὶ
ἀπεκρίθη
κύριος
παντοκράτωρ
τῷ
ἀγγέλῳ
τῷ
λαλοῦντι
ἐν
ἐμοὶ
ῥήματα
καλὰ
καὶ
λόγους
παρακλητικούς
1:14
καὶ
εἶπεν
πρός
με
ὁ
ἄγγελος
ὁ
λαλῶν
ἐν
ἐμοί
ἀνάκραγε
λέγων
τάδε
λέγει
κύριος
παντοκράτωρ
ἐζήλωκα
τὴν
ιερουσαλημ
καὶ
τὴν
σιων
ζῆλον
μέγαν
1:15
καὶ
ὀργὴν
μεγάλην
ἐγὼ
ὀργίζομαι
ἐπὶ
τὰ
ἔθνη
τὰ
συνεπιτιθέμενα
ἀνθ'
ὧν
ἐγὼ
μὲν
ὠργίσθην
ὀλίγα
αὐτοὶ
δὲ
συνεπέθεντο
εἰς
κακά
1:16
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
ἐπιστρέψω
ἐπὶ
ιερουσαλημ
ἐν
οἰκτιρμῷ
καὶ
ὁ
οἶκός
μου
ἀνοικοδομηθήσεται
ἐν
αὐτῇ
λέγει
κύριος
παντοκράτωρ
καὶ
μέτρον
ἐκταθήσεται
ἐπὶ
ιερουσαλημ
ἔτι
1:17
καὶ
εἶπεν
πρός
με
ὁ
ἄγγελος
ὁ
λαλῶν
ἐν
ἐμοί
ἀνάκραγε
λέγων
τάδε
λέγει
κύριος
παντοκράτωρ
ἔτι
διαχυθήσονται
πόλεις
ἐν
ἀγαθοῖς
καὶ
ἐλεήσει
κύριος
ἔτι
τὴν
σιων
καὶ
αἱρετιεῖ
ἔτι
τὴν
ιερουσαλημ
1:18
(2:1)
καὶ
ἦρα
τοὺς
ὀφθαλμούς
μου
καὶ
εἶδον
καὶ
ἰδοὺ
τέσσαρα
κέρατα
1:19
(2:2)
καὶ
εἶπα
πρὸς
τὸν
ἄγγελον
τὸν
λαλοῦντα
ἐν
ἐμοί
τί
ἐστιν
ταῦτα
κύριε
καὶ
εἶπεν
πρός
με
ταῦτα
τὰ
κέρατα
τὰ
διασκορπίσαντα
τὸν
ιουδαν
καὶ
τὸν
ισραηλ
1:20
(2:3)
καὶ
ἔδειξέν
μοι
κύριος
τέσσαρας
τέκτονας
1:21
(2:4)
καὶ
εἶπα
τί
οὗτοι
ἔρχονται
ποιῆσαι
καὶ
εἶπεν
πρός
με
ταῦτα
τὰ
κέρατα
τὰ
διασκορπίσαντα
τὸν
ιουδαν
καὶ
τὸν
ισραηλ
κατέαξαν
καὶ
οὐδεὶς
αὐτῶν
ἦρεν
κεφαλήν
καὶ
εἰσῆλθον
οὗτοι
τοῦ
ὀξῦναι
αὐτὰ
εἰς
χεῖρας
αὐτῶν
τὰ
τέσσαρα
κέρατα
τὰ
ἔθνη
τὰ
ἐπαιρόμενα
κέρας
ἐπὶ
τὴν
γῆν
κυρίου
τοῦ
διασκορπίσαι
αὐτήν
Septuagint
- Public Domain