Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
μητρός
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἀναστὰς ἀπόδραθι εἰς τὴν μεσοποταμίαν εἰς τὸν οἶκον βαθουηλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων λαβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου

ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις μήτηρ γάρ σού ἐστιν καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς

ἐὰν δὲ παρακαλέσῃ σε ἀδελφός σου ἐκ πατρός σου ἐκ μητρός σου υἱός σου θυγάτηρ σου γυνὴ ἐν κόλπῳ σου φίλος ἴσος τῆς ψυχῆς σου λάθρᾳ λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου

καὶ εἶπεν γεδεων ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν ζῇ κύριος εἰ ἐζωογονήκειτε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμᾶς

καὶ ἐθυμώθη ὀργῇ σαουλ ἐπὶ ιωναθαν σφόδρα καὶ εἶπεν αὐτῷ υἱὲ κορασίων αὐτομολούντων οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου

καθισάτω δὴ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου καὶ ἰδοὺ δοῦλός σου χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου

καὶ ἐγένετο ὡς εἶδεν ιωραμ τὸν ιου καὶ εἶπεν εἰ εἰρήνη ιου καὶ εἶπεν ιου τί εἰρήνη ἔτι αἱ πορνεῖαι ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά

αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ κύριος ἔδωκεν κύριος ἀφείλατο ὡς τῷ κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένον

ὅτι σὺ εἶ ἐκσπάσας με ἐκ γαστρός ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου

ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου

μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα

ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου

θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν μήτηρ ὑμῶν χετταία καὶ πατὴρ ὑμῶν αμορραῖος