Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
θυγατέρων
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



εἶδεν δὲ ησαυ ὅτι εὐλόγησεν ισαακ τὸν ιακωβ καὶ ἀπῴχετο εἰς τὴν μεσοποταμίαν συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων χανααν

ἦν δέ τις ἐκ τῆς φυλῆς λευι ὃς ἔλαβεν τῶν θυγατέρων λευι καὶ ἔσχεν αὐτήν

καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε

καὶ τῷ σαλπααδ υἱῷ οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ' θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ μαλα καὶ νουα καὶ εγλα καὶ μελχα καὶ θερσα

οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων ισραηλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν ισραηλ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων ισραηλ καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν ισραηλ

καὶ τῷ σαλπααδ υἱῷ οφερ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ' θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ μααλα καὶ νουα καὶ εγλα καὶ μελχα καὶ θερσα

καὶ κατέβη σαμψων εἰς θαμναθα καὶ εἶδεν γυναῖκα εἰς θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων

καὶ ἦσαν υἱοὶ σαουλ ιωναθαν καὶ ιεσσιου καὶ μελχισα καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ ὄνομα τῇ πρωτοτόκῳ μεροβ καὶ ὄνομα τῇ δευτέρᾳ μελχολ

καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου

καὶ ἐκάλεσεν βασιλεὺς ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ' αὐτοῦ

μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων δαν καὶ πατὴρ αὐτοῦ ἀνὴρ τύριος εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου καὶ σοφῶν δαυιδ κυρίου μου πατρός σου

καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ χαβια υἱοὶ ακους υἱοὶ βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων βερζελλαι τοῦ γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν

καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ὑμῶν καὶ θυγατέρων ὑμῶν γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν

ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ ιωβ τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ

καὶ ἐξέχεαν αἷμα ἀθῷον αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων ὧν ἔθυσαν τοῖς γλυπτοῖς χανααν καὶ ἐφονοκτονήθη γῆ ἐν τοῖς αἵμασιν

στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον ἐπίβασις αὐτοῦ πορφυρᾶ ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων ιερουσαλημ

ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων σιων καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως

ὅτι τάδε λέγει κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ

καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν σοδομων καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν

ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων