Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
βίας
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ κατοικήσεις ἐν γῇ γεσεμ ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν

καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας καὶ εἶπαν οἱ αἰγύπτιοι φύγωμεν ἀπὸ προσώπου ισραηλ γὰρ κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς αἰγυπτίους

πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων ὧν ἔφερον καὶ πάντων τῶν βασιλέων τῆς ἀραβίας καὶ σατραπῶν τῆς γῆς ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ σαλωμων

καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπ' αὐτοὺς καὶ ἐλάβοσαν παρ' αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεοῦ

καὶ ἐτελεύτησεν ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν κύριος ἀνίστησιν οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς ιδουμαίας καὶ ἀραβίας προϋπῆρχεν δὲ αὐτῷ ὄνομα ιωβαβ λαβὼν δὲ γυναῖκα ἀράβισσαν γεννᾷ υἱόν ὄνομα εννων ἦν δὲ αὐτὸς πατρὸς μὲν ζαρε τῶν ησαυ υἱῶν υἱός μητρὸς δὲ βοσορρας ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ αβρααμ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν εδωμ ἧς καὶ αὐτὸς ἦρξεν χώρας πρῶτος βαλακ τοῦ βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ δενναβα μετὰ δὲ βαλακ ιωβαβ καλούμενος ιωβ μετὰ δὲ τοῦτον ασομ ὑπάρχων ἡγεμὼν ἐκ τῆς θαιμανίτιδος χώρας μετὰ δὲ τοῦτον αδαδ υἱὸς βαραδ ἐκκόψας μαδιαμ ἐν τῷ πεδίῳ μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ γεθθαιμ οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι ελιφας τῶν ησαυ υἱῶν θαιμανων βασιλεύς βαλδαδ σαυχαίων τύραννος σωφαρ μιναίων βασιλεύς

καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ἀραβίας καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν

καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ἀραβίας καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν

οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς ἀραβίας οὐχ ὑπελίποντο εἰς τὸ πρωί