Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἡμέραν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ εἶπεν ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου

οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος θεός

ἐπίσκοπος ελεαζαρ υἱὸς ααρων τοῦ ἱερέως τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ θυσία καθ' ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ ἐν πᾶσι τοῖς ἔργοις

ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας ὅτε εἶπεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν

καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπῖδος

καὶ εἶπεν πρὸς αὐτὴν βαρακ ἐὰν πορευθῇς μετ' ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν εὐοδοῖ τὸν ἄγγελον κύριος μετ' ἐμοῦ

καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμῶν νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τῷ λαῷ ἐν βαμα

ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ

καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἦλθεν γραμματεὺς τοῦ βασιλέως καὶ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ

καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ

ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ οἶκος πατρός μου ἡμάρτομεν

καθ' ἑκάστην δὲ ἡμέραν μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί εσθηρ συμβήσεται

συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ' ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν

καὶ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου

ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι

ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ

οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν

καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν

ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό διεπέτασεν δίκτυον τοῖς ποσίν μου ἀπέστρεψέν με εἰς τὰ ὀπίσω ἔδωκέν με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην

καὶ συντελέσεις ταῦτα πάντα καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου ιουδα τεσσαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι

καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καθ' ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου οὗ πίνει βασιλεύς καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως

δὲ εφραιμ πονηρὸν πνεῦμα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ ἀσσυρίων διέθετο καὶ ἔλαιον εἰς αἴγυπτον ἐνεπορεύετο

οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέραν ὅτι ἐγγὺς ἡμέρα κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει

ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς κύριος θεὸς παντοκράτωρ ὄνομα αὐτῷ

καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως

πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον πρὸ τοῦ ἐπελθεῖν ἐφ' ὑμᾶς ὀργὴν κυρίου πρὸ τοῦ ἐπελθεῖν ἐφ' ὑμᾶς ἡμέραν θυμοῦ κυρίου

ἔσται μίαν ἡμέραν καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ καὶ πρὸς ἑσπέραν ἔσται φῶς

καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων