Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
δουλείας
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



βάδιζε εἰπὸν τοῖς υἱοῖς ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν τοῦ εἶναι αὐτῶν θεός ἐγώ εἰμι κύριος

ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς φαραω βασιλέως αἰγύπτου

καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος θεὸς ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν

καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ λιβάνου καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ σιδώνιοι

πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὗ ἔδωκεν ἐφ' ἡμᾶς καὶ δουλεύσομέν σοι

καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς λευίταις καὶ αὐτοὶ οἱ λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς

οὕτως εἶπεν κύριος θεὸς ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ἐξειλάμην αὐτοὺς ἐκ γῆς αἰγύπτου ἐξ οἴκου δουλείας λέγων

μετῳκίσθη ιουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς ἐκάθισεν ἐν ἔθνεσιν οὐχ εὗρεν ἀνάπαυσιν πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων

υἱὲ ἀνθρώπου ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ τύρου πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ τύρου καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ' αὐτήν

διότι ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν μωυσῆν καὶ ααρων καὶ μαριαμ