Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
μακρὰν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ εἶπεν φαραω ἐγὼ ἀποστέλλω ὑμᾶς καὶ θύσατε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον

λάλησον τοῖς υἱοῖς ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἐν ὁδῷ μακρὰν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ

ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι τῶν μακρὰν ἀπὸ σοῦ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς

ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτῇ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας

ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις ἐπ' αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς

ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἐγγὺς

νῦν δώσετε ἔπαρχοι πέραν τοῦ ποταμοῦ σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν αφαρσαχαῖοι οἱ ἐν πέρα τοῦ ποταμοῦ μακρὰν ὄντες ἐκεῖθεν

καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ τὸ ἔργον πλατὺ καὶ πολύ καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ

ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ

εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς ψαλμὸς τῷ δαυιδ θεὸς θεός μου πρόσχες μοι ἵνα τί ἐγκατέλιπές με μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου

περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι

πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ εἶπα σοφισθήσομαι καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ἦν καὶ βαθὺ βάθος τίς εὑρήσει αὐτό

τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ' ἄκρου τῆς γῆς καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται

τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν

ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει καὶ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται καὶ συντελέσω τὴν ὀργήν μου ἐπ' αὐτούς

καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν ιουδα καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον ὅτι κύριος ἐλάλησεν

καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν

ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.

καὶ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· οὐ μακρὰν [εἶ] ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεις οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἥδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ἑκατοντάρχης λέγων αὐτῷ· κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·

οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.

ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καὶ γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.

νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.