Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



καὶ ἐγένετο ὡς κατέπαυσεν ἰησοῦς καὶ πᾶς υἱὸς ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς

καὶ συνέστρεψεν ιεφθαε τοὺς πάντας ἄνδρας γαλααδ καὶ παρετάξατο τῷ εφραιμ καὶ ἐπάταξαν ἄνδρες γαλααδ τὸν εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ εφραιμ ὑμεῖς γαλααδ ἐν μέσῳ τοῦ εφραιμ καὶ ἐν μέσῳ τοῦ μανασση

κύριε θεὸς ισραηλ δίκαιος σύ ὅτι κατελείφθημεν διασῳζόμενοι ὡς ἡμέρα αὕτη ἰδοὺ ἡμεῖς ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν ὅτι οὐκ ἔστιν στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ

ὅτι ἐξ ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους σιων ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα

ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε τοῦ κυρίου καὶ ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν

καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ' ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν