Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited



First occurrence in each book:



καὶ ἐγένετο μετὰ ταῦτα καὶ ελεαζαρ υἱὸς ααρων ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν γαβααθ φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ εφραιμ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς καὶ φινεες ἱεράτευσεν ἀντὶ ελεαζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν γαβααθ τῇ ἑαυτοῦ οἱ δὲ υἱοὶ ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν καὶ ἐσέβοντο οἱ υἱοὶ ισραηλ τὴν ἀστάρτην καὶ ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας εγλωμ τῷ βασιλεῖ μωαβ καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ

καὶ προσέθεντο οἱ υἱοὶ ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν εγλωμ βασιλέα μωαβ ἐπὶ τὸν ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου