Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
βασιλέα
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ αβρααμ ἐπορεύθη δὲ ισαακ πρὸς αβιμελεχ βασιλέα φυλιστιιμ εἰς γεραρα

καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς φαραω βασιλέα αἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου

καὶ ἀπέστειλεν μωυσῆς ἀγγέλους ἐκ καδης πρὸς βασιλέα εδωμ λέγων τάδε λέγει ἀδελφός σου ισραηλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς

μετὰ τὸ πατάξαι σηων βασιλέα αμορραίων τὸν κατοικήσαντα ἐν εσεβων καὶ ωγ βασιλέα τῆς βασαν τὸν κατοικήσαντα ἐν ασταρωθ καὶ ἐν εδραϊν

καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι

καὶ ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν χουσαρσαθαιμ βασιλέα συρίας ποταμῶν καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν χουσαρσαθαιμ

καὶ εἶπαν αὐτῷ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη

καὶ εἶπεν αβεννηρ πρὸς δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ψυχή σου καὶ ἀπέστειλεν δαυιδ τὸν αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνῃ

καὶ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ καὶ βασιλεὺς οὐκ ἔγνω αὐτήν

καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων οὐχ οὕτως κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ

καὶ ἦλθον πάντες πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς σαμουηλ

καὶ ἀπέστειλεν σαλωμων πρὸς χιραμ βασιλέα τύρου λέγων ὡς ἐποίησας μετὰ τοῦ πατρός μου δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ

καὶ ἐν ἡμέραις αρθασασθα ἔγραψεν ἐν εἰρήνῃ μιθραδάτῃ ταβεηλ σὺν καὶ τοῖς λοιποῖς συνδούλοις αὐτοῦ πρὸς αρθασασθα βασιλέα περσῶν ἔγραψεν φορολόγος γραφὴν συριστὶ καὶ ἡρμηνευμένην

καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν

καὶ εἶπεν μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας οὐ τὸν βασιλέα μόνον ἠδίκησεν αστιν βασίλισσα ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως

κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε

φοβοῦ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς

ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι

καὶ εἶπα τάλας ἐγώ ὅτι κατανένυγμαι ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαωθ εἶδον τοῖς ὀφθαλμοῖς μου

καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ μανασση υἱὸν εζεκιου βασιλέα ιουδα περὶ πάντων ὧν ἐποίησεν ἐν ιερουσαλημ

κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα ιακωβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς ιουδα ἐκόλλησεν εἰς τὴν γῆν ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς

υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἦν ταῦτα εἰπόν ὅταν ἔλθῃ βασιλεὺς βαβυλῶνος ἐπὶ ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς βαβυλῶνα

καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας αὐτοῦ καὶ ιωακιμ τὸν βασιλέα τῆς ιουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου καὶ ἀπήνεγκεν αὐτὰ εἰς βαβυλῶνα καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ

καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ δαυιδ τὸν βασιλέα αὐτῶν καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν

καὶ ἐξαπέστειλεν αμασιας ἱερεὺς βαιθηλ πρὸς ιεροβοαμ βασιλέα ισραηλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ αμως ἐν μέσῳ οἴκου ισραηλ οὐ μὴ δύνηται γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ

καὶ ἤγγισεν λόγος πρὸς τὸν βασιλέα τῆς νινευη καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ' ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ

καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν