Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Word Parsed:
λέγουσα
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἔτεκεν πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ μωαβ λέγουσα ἐκ τοῦ πατρός μου οὗτος πατὴρ μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας

ἁδρυνθέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα φαραω καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ μωυσῆν λέγουσα ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην

καὶ λαβοῦσα γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες

καὶ εἰσῆλθεν γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ἄνθρωπος θεοῦ ἦλθεν πρός με καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα καὶ οὐκ ἠρώτησα αὐτόν πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι

καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ

καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ αβελ καὶ ἐν δαν εἰ ἐξέλιπον ἔθεντο οἱ πιστοὶ τοῦ ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν αβελ καὶ οὕτως εἰ ἐξέλιπον

δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι σαλωμων υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν αδωνιας

καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς ελισαιε λέγουσα δοῦλός σου ἀνήρ μου ἀπέθανεν καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον καὶ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους

καὶ ἦν ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιγαβης λέγουσα ἔτεκον ὡς γαβης

νῦν δὲ ἄκουσον ταῦτα τρυφερὰ καθημένη πεποιθυῖα λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν

καὶ ὄψεται ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην λέγουσα πρός με ποῦ κύριος θεός σου οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς

αὕτη πόλις φαυλίστρια κατοικοῦσα ἐπ' ἐλπίδι λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ' ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς διαπορευόμενος δι' αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ