Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Word Parsed:
τραπέζης
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν

καὶ εἶπεν αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι θεός καὶ ἄγουσιν αὐτὸν εἰς ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ

καὶ ἀνεπήδησεν ιωναθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν δαυιδ ὅτι συνετέλεσεν ἐπ' αὐτὸν πατὴρ αὐτοῦ

καὶ εἶπεν αὐτῷ δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός

καὶ ἀπῆλθεν γυνή ὡς ἤκουσεν καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν σαριρα καὶ τὸ παιδάριον ἀπέθανεν καὶ ἐξῆλθεν κραυγὴ εἰς ἀπαντήν καὶ ἐπορεύθη ιεροβοαμ εἰς σικιμα τὴν ἐν ὄρει εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ισραηλ καὶ ἀνέβη ἐκεῖ ροβοαμ υἱὸς σαλωμων καὶ λόγος κυρίου ἐγένετο πρὸς σαμαιαν τὸν ελαμι λέγων λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε καὶ ἔλαβεν ιεροβοαμ καὶ εἶπεν σαμαιας τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ισραηλ καὶ εἶπεν λαὸς πρὸς ροβοαμ υἱὸν σαλωμων πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ' ἡμᾶς καὶ δουλεύσομέν σοι καὶ εἶπεν ροβοαμ πρὸς τὸν λαόν ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα καὶ εἶπεν ροβοαμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ' αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐλάλησεν ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν λαὸς πρὸς αὐτόν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ οὕτως ἐλάλησεν πρὸς σὲ λαός καὶ διεσκέδασεν ροβοαμ τὴν βουλὴν αὐτῶν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων λαός καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον ροβοαμ καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια καὶ εἶπεν πᾶς λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμῖν ἐν δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ ιεσσαι εἰς τὰ σκηνώματά σου ισραηλ ὅτι οὗτος ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον καὶ διεσπάρη πᾶς λαὸς ἐκ σικιμων καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ κατεκράτησεν ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ιερουσαλημ καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ιουδα καὶ πᾶν σκῆπτρον βενιαμιν καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν ροβοαμ πάντα ἄνδρα ιουδα καὶ βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ιεροβοαμ εἰς σικιμα καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων εἰπὸν τῷ ροβοαμ βασιλεῖ ιουδα καὶ πρὸς πάντα οἶκον ιουδα καὶ βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς ισραηλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ' ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου

ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν

θυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς καὶ λυχνία χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν

γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου

ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν νοητῶς νόει τὰ παρατιθέμενά σοι

καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος

καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καθ' ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου οὗ πίνει βασιλεύς καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως